1 Paralipómenos 19

Septuaginta · texto en griego

1Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καἰ ἐβασίλευσεν Ἁνὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2καὶ εἶπεν Δαυείδ ἰοιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ἀνάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυεὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυεὶδ εἰς γῆν υἱῶν Ἀμμων τοῦ παρακαλέσαι αὐτόν.

3καὶ εἶπον ἄρχοντες Ἄμμὼν πρὸς Ἁνάν Μὴ δοξάζων τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακα οὐχ ὅπως ἐξεραυνήσαωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἥλθον παῖδες αὐτοῦ πρὸς σέ;

4καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν αὐτούς, καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς, καὶ ἀπέστειλεν αὐτούς.

5καὶ ἥλθον ἀπαγγεῖλαι τῷ Δαυεὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἀνακάμψατε.

6καὶ εἶδον οἱ υἱοὶ Ἄμμων ὅτι ᾐσχύνθη λαὸς Δαυείδ· καὶ ἀπέστειλεν Ἀνὰν καὶ οἱ υἱοὶ Ἄμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰλ ἄρματα καὶ ἱππεῖς.

7καὶ ἐμισθώσαντο ἑαυτοῖς ἄρματα καὶ ἱππεῖς, δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων, καὶ τὸν βασιλέα Μωχὰ κπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἥλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά· καὶ οἱ υἱοὶ Ἀμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἥλθον εἰς τὸ πολεμῆσαι.

8καὶ ἤκουσεν Δαυείδ, καὶ ἀπέστειλεν τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατείαν τῶν δυνατῶν.

9καὶ ἐξῆλθον οἱ υἱοὶ Ἄμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως· καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθʼ αυτοὺς ἐν τῷ πεδίῳ·

10καὶ εἶδεν Ἰοὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν· καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου.

11καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμων.

12καὶ εἶπεν Ἐὰν κρατήκῃ ὑπέρ ἐμέ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπέρ σέ, καὶ σώσαω σε.

13καὶ Κύριος τὸ ἀγαθὸν ποιήσει.

14καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετʼ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπʼ αὐτοῦ.

15καὶ οἱ υἱοὶ Ἀμμῶν εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἰωὰβ καὶ ἀπὸ προσώπου ἀδελφοῦ αὐτοῦ, καὶ ἥλθον εἰς τὴν πόλιν· καὶ ἤλθεν Ἰωὰβ εἰς Ἰερουσαλήμ.

16καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλαν ἀγγέλους· καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰρ ἀρχιστράτηγος δυνάμεως Ἀδραάζαρ ἔμπροσθεν αὐτῶν.

17καὶ ἀπηγγελη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἥλθεν ἐπʼ αὐτοὺς καὶ παρετάξατο ἐπʼ αὐτούς· καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν.

18καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.

19καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.

Abrir 1 Paralipómenos 19 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario