Septuaginta · texto en griego
1Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ·
2καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθαμὰρ υἱοὶ Ἀαρών·
3καὶ διεῖλεν αὐτοὺς Δαυείδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχειμέλεχ ἐκ τῶν υἱῶν Ἰθαμάρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.
4καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθαμάρ· καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἔξ καὶ δέκα, τοῖς υἱοῖς Ἀαρὼν Ἰθαμὰρ κατʼ οἴκους πατριῶν.
5καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεαζὰρ καὶ ἐν τοῖς υἱοῖς Ἰθαμάρ.
6καὶ ἔγραψεν αὐτοὺς Σαμαίας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευεὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεύς, καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν· οἵκου πατριᾶς εἰς εἰς τῷ Ἐλεάζαρ καὶ εἶς εἰς τῷ Ἰθαμάρ.
7καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰαρείμ, τῷ Ἀναιδειὰ ὁ δεύτερος,
8τῷ Καρὴβ ὁ τρίτος, τῷ Σεωρεὶμ ὁ τέταρτος,
9τῷ Μελχειὰ ὁ πέμπτος, τῷ Βενιαμεὶν ὁ ἕκτος,
10τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβιὰ ὁ ὄγδοος,
11τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Ἰσχανιὰ ὁ δέκατος.
12τῷ Ἐλιαβιεὶ ὁ ἑνδέκατος, τῷ Ἰακεὶμ ὁ δωδέκατος,
13τῷ Οχχοφφὰ ὁ τρισκαιδέκατος, τῷ Γελβὰ ὁ τεσσαρεσκαιδέκατος,
14τῷ Ἐμμὴρ ὁ πεντεκαιδέκατος, τῷ Κηζεὶν ὁ ἑκκαιδέκατος,
15τῷ Ἀφεσὴ ὁ ἑπτακαιδέκατος, τῷ Φεταιὰ ὁ ὀκτωκαιδέκατος,
16τῷ Ἐζεκὴλ ὁ ἐννεακαιδέκατος, τῷ Ἀχεὶμ ὁ εἰκοστός,
17τῷ Γαμοὺλ ὁ εἰς καὶ εἰκοστός, τῷ Ἀδαλλαὶ ὁ δεύτερος καὶ εἰκοστός,
18τῷ Μαασαὶ ὁ τρίτος καὶ εἰκοστός.
19αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ θεὸς Ἰσραήλ.
20Καὶ τοῖς υἱοῖς Λευεὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Ἰωβαήλ, Ιασειά·
21τῷ Ῥααβιὰ ὁ ἄρχων.
22καὶ τῷ Ἰσσαρεὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰνάθ.
23υἱοὶ Ἰηδειμού· Ἀμαδιὰ ὁ δεύτερος, Ἰακὴ ὁ τρίτος, Ἰοκὸμ ὁ τέταρτος.²⁴Οζειὴλ Μειχά· υἱοὶ Μειχὰ Σαμήρ·
25ἀδελφὸς Μειχὰ Ἴσιά· υἱὸς Ἰσιὰ Ζαχαριά.
26υἱοὶΜεραρεὶ Μοολεὶ καὶ Φμουσεί. υἱοὶ Ὀζειά·
27τοῦ Μεραρεὶ τῷ Ὀζειά, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Ζακχοὺρ καὶ Ἀβαί.
28τῷ Μοολεὶ Ἐλεαζαρ καὶ Ἰθαμάρ· καὶ ἀπέθανεν Ἐλεάζὰρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί
29τῷ Κείς· υἱοὶ τοῦ Κεὶς Ἰραμαήλ.
30καὶ υἱοὶ τοῦ Μοουσεὶ Μοολλεὶ καὶ Ηλὰ καὶ Ἀρειμώθ. οὗτοι υἱοὶ τῶν Λευειτῶν κατʼ οἴκους πατριῶν αὐτῶν.
31καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχειμέλεχ καὶ ἄρχων τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν πατριάρχαι Ἀραάβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.
Abrir 1 Paralipómenos 24 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario