Septuaginta · texto en griego
1Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα,
2ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ·
3υμυὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἀρκὼν καὶ Χαρμεί.
4υἱοὶ Ἰωήλ. Σεμεεὶ καὶ Βαναιὰ υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεεί
5υἱὸς αὐτοῦ Ἠχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωήλ,
6υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισεν αλγαβανάσαρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβὴν.
7καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γένεσιν αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαριὰ καὶ Βάλεκ υἱὸς Οζοὺζ υἱὸς Σάμα υἱὸς Ἰωήλ.
8οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαὺ καὶ Βεελμασσών,
9καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῷ πολλὰ ἐν γῇ Γαλαὰδ.
10καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατʼ ἀνατολὰς τῆς Γαλαάδ.
11Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασὰν ἕως Ἐλχά·
12Ἰωὴλ πρωτότοκος, καὶ Σαβὰτ ὁ δεύτερος, καὶ Ἰανεὶν ὁ γραμματεὺς ἐν Βασάν.
13καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολὰμ καὶ Σέβεε καὶ Ἰωρεὲ καὶ Χιμὰ καὶ Ζοῦε καὶ Ὠβήδ, ὀκτώ.
14οὗτοι υἱοὶ Ἀβειχαιὰ υἱοὶ Οὑρεὶ υἱρῦ Ἰδαὶ υἱοῦ Γαλαὰδ υἱοῦ Μειχαὴλ υἱοῦ Ἰσοὶ υἱοῦ Ἰουρεὶ υἱρῦ Ζαβουχὰμ
15υἱοῦ Ἀβδεὴλ υὰὸῦ Γουνεί· ἄρχων οἴκου πατριῶν,
16κατοίκων ἐν Γαλαάμ, ἐν Βασὰμ καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχαρα Ιεριὰμ ἕως ἐξόδου.
17πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωαθὰμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ.
18Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσὴ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσεράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.
19καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν καὶ Τουραίων καὶ Ναφεισαδαίων καὶ Ναδαβαίων,
20καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Ἀγεραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν· ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἥλπισαν ἐπʼ αὐτόν.
21καὶ ήχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶυ, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·
22ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντʼ αὐτῶν ἕως τῆς μετοικεσίας.
23Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσὴ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαιλεὶμ καὶ Σανεὶρ καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λμβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.
24καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὄφερ καὶ Σεεὶ καὶ Ἐλειὴλ καὶ Ἐσδριὴλ καὶ Ἰερμειὰ καὶ Ὡδουιὰ καὶ Ἰελειήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.
25Καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν.
26καὶ ἐπήγειρεν ὁ θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ καὶ τὸ πνεῦμα Θαγναφαμάσαρ βασιλέως Ἀσσούρ, καὶ μετῴκισεν τὸν Ῥουβὴν καὶ τὸν Γαδδεὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Χωζὰρ ἕως τῆς ἡμέρας ταύτης.
Abrir 1 Paralipómenos 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario