Septuaginta · texto en griego
1Καὶ Βενιαμεὶν ἐγέννησεν Βελελεὴλ πρωτότοκον αὐτοῦ καὶ Σαβὰ τὸν δεύτερον, Ἰαφαὴλ τὸν τρίτον,
2Ἰωὰ τὸν τέταρτον, καὶ Ῥαφὴ τὸν πέμπτον.
3καὶ ἦσαν υἱρὶ τῷ Βάλε· Ἄλει καὶ Γηρὰ καὶ Ἀβιοὺδ
4καὶ Ἀβεισάμας καὶ Νοομὰ καὶ Ἀχιὰ
5καὶ Γερὰ καὶ Σωφαρφὰκ καὶ Ὡἰμ.
6οὗτοιυἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γάβερ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαχαναθεί
7καὶ Νοομὰ καὶ Ἀχειὰ καὶ Γηρά· οὗτος Ἰγαάμ, ἐγέννησεν τὸν Ναανὰ καὶ τὸν Ἰαχειχώλ.
8καὶ Σααρὴλ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Σωσὶν καὶ τὴν Ἰβααδὰ γυναῖκα αὐτοῦ.
9καὶ ἐγέννησεν ἐκ τῆς Ἅδα γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Ἰεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰς
10καὶ τὸν Ἰδὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Ἰμαμά· οὗτοι ἄρχοντες πατριῶν.
11καὶ ἐκ τῆς Ὡσιμὲν ἐγέννησεν τὸν Ἀβιτὰβ καὶ τὸν Ἀλφάαδ.
12καὶ υἱοὶ Ἀλφάαδ· Ὠβήδ, Μεσσαάμ, Σήμηρ· οὗτος ᾠκοδόμησεν τὴν Ὠνὰν καὶ τὰς κώμας αὐτῆς·
13καὶ Βεριγὰ καὶ Σάμα· οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς καιοικοῦντας Γεθ.
14καὶ ἀδελφὸς αὐτοῦ Σωκὴλ καὶ Ἰαρειμὼθ
15καὶ Ἀζαβαβιὰ καὶ Ὠρὴρ καὶ Ὤβηδ
16καὶ Μειχαὴλ καὶ Σοφὰν καὶ Ἰωαχάν, υἱοὶ Βαρειγά·
17καὶ Σαβαδιὰ καὶ Μοσολλὰμ καὶ Ἀζακεὶ καὶ Ἀβαρ
18καὶ Σαμαρεὶ καὶ Σαρειὰ καὶ Ἰωάβ, υἱοὶ Ἐλχάαδ·
19καὶ Ἰακεὶμ καὶ Ζαχρεὶ καὶ Σαβδεὶ
20καὶ Ἐλιωλιαὰ καὶ Σαλθεὶ καὶ Ἐλιηλεὶ
21καὶ Ἀβιὰ καὶ Βεριγὰ καὶ Βαραιὰ καὶ Σαμαράθ, υἱοὶ Σαμαείθ.
22καὶ Ἰσφὰν καὶ Ὤβδη καὶ Ἐλεὴλ
23καὶ Ἀβαδὼν καὶ Ζεχρεὶ καὶ Ἀνὰν
24καὶ Ἀνανίὰ καὶ Ἀμβρεὶ καὶ Αἰλὰμ καὶ Ἀνωθαὶθ
25καὶ Ἀθεν καὶ Ἰεφερειὰ καὶ Φελιήλ, υἱοὶ Σωιήκ·
26καὶ Ἰσμασαριὰ καὶ Σαραιὰ καὶ Ὀγοθολιὰ
27καὶ Ἰασαραιὰ καὶ Σαραιὰ καὶ Ἠλιὰ καὶ Ζαχρεὶ υἱοὶ Ἰραάμ.
28οὗτοι ἄρχοντες πατριῶν, κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἰερουσαλήμ.
29καὶ ἐν Γαβαὼν κατῴκησεν πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μολχά·
30καὶ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαίων, καὶ Σοὺρ καὶ Κεὶς καὶ Βααλακαὶμ καὶ Ἀδὰδ
31καὶ Δοὐρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζάχουρ καὶ Μακαλὼθ·
32καὶ Μακαλὼθ ἐγέννησεν τὸν Σεμαά.καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἰερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.
33καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεσοῦε καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Ἀσάβαλ.
34καὶ υἱοὶ Ἰωναθὰν Μεριβάαλ· καὶ Μεριβάαλ ἐγέννησεν τὸν Μιχιά.
35καὶ υἱοὶ Μιχιά· Φιθὼν καὶ Μελχὴλ καὶ ᵇερέε καὶ Ζάκ.
36καὶ Σὰκ ἐγέννησεν τὸν Ἰὰδ καὶ Ἰάδα, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Σαλαιμὰθ καὶ τὸν Σαλμὼ καὶ τὸν Ζαμβρεί, καὶ ἐγέννησεν Ζαμβρεὶ τὸν Μαισά·
37καὶ Μαισὰ ἐγέννησεν τὸν Βανά· Ῥαφαὶ υἱὸς αὐτοῦ, Σαλασὰθ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
38καὶ τῷ Ἐσὴλ ἕξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρεικαὶ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ καὶ Σαραιὰ καὶ Ἀβδειὰ καὶ Ἀνόν· πάντες οὗτοι υἱοὶ Ἐσήλ.
39καὶ υἱοὶ Ἀσηλ ἀδελφοῦ αὐτοῦ· Ἀἰλὰμ πρωτότοκος αὐτοῦ, καὶ Γὰγ ὁδεύτερος· Ἐλιφάλεις ὁ τρίτος.
40καὶ ἦσαν υἱοὶ Αἰλεὶμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμείν.
Abrir 1 Paralipómenos 8 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario