1 Reinos 1

Septuaginta · texto en griego

1ἍΝΘΡΩΠΟΣ ἦν ἐξ ῾Αρμαθάιμ Σειφὰ ἐξ ὄρους ᾿Εφράιμ, καὶ ὄνομα αὐτῷ ᾿Ελκανά, υἱὸς ᾿Ιερεμεὴλ υἱοῦ Ἠλείου υἱοῦ Θόκε ἐν Νασεὶβ ᾿Εφράιμ.

2καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῆ μιᾷ Ἅννα, καὶ ὄνομα τῆ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἅννᾳ οὐκ ἦν παιδίον.

3καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ ῾Αρμαθάιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ Ἤλει καὶ οἱ δύο υἱοὶ αὐτοῦ ῾Οφνεὶ καὶ Φεινεὲς ἱερεῖς τοῦ κυρίου.

4Καὶ ἐγενήθη ἡμέρα καὶ ἕθυσεν ᾿Ελκανά, κὰγ ἔδωκεν τῇ Φεννάνᾳ γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας·

5καὶ τῇ Ἅννᾳ ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἅνναν ἠγάπα ᾿Ε΅λκανὰ ὑπὲρ ταύτην. καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς,

6ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον, κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς· καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς, τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.

7ἐποίει ἐποίει ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἐν τῶ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου, καὶ ἠθύμει καὶ ἔκλαιεν, καὶ οὐκ ἤσθιεν.

8καὶ αὐτῇ ᾿Ελκανὰ ὁ ἀνὴρ αὐτῆς Ἅννα· καὶ εἶπεν αὐτῷ ᾿Ιδοὺ ἐγώ, καὶ εἶπεν αὐτῇ Τί ἔστιν σοι ὅτι κλαίεις ; καὶ ἵνα τί οὐκ ἐσθ’ ἴε ἲς,. καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;

9Καὶ ἀνέστη μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλώ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἤλει ὁ ἱερεὺς ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.

10καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς κύριον λέγουσα καὶ ἔκλαυσεν·

11καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα ᾿Αδωναὶ κύριε ᾿Ελωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλη σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ· καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

12καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ἤλει ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς.

13καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἤλει εἰς μεθύουσαν·

14καὶ εἶπεν αὐτῇ τὸ παιδάριον ᾿Ηλεί Ἕως πότε μεθυσθήσῃ ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.

15καὶ ἀπεκρίθη Ἅννα καὶ εἶπεν οὐχί, κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου·

16μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοίμην, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.

17καὶ ἀπεκρίθη Ἤλει καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς ᾿Ισραὴλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ’ αὐτοῦ.

18καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ αὐτῆς, καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ αὐτῆς οὐ συνέπεσεν ἔτι.

19Καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν . καὶ εἰσῆλθεν εἰς τὸν ὄνον αὐτοῦ ῾Αρμαθάιμ, καὶ ἔγνω τὴν Ἅνναν γυναῖκα καὶ ἐμνήσθη αὐτῆς Κύριος.

20καὶ συνέλαβεν, καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.

21καὶ ἀνέβη ὁ ἄνθρωπος ᾿Ελκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμτὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ·

22καὶ Ἅννα οὐκ ἀνέβη μετ’ αὐτοῦ, ὅτι εἶπεν τῶ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου, καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος.

23καὶ εἶπεν αὐτῇ ᾿Ελκανὰ ὁ ἀνὴρ αὐτῆς Ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.

24Καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου. καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ’ αὐτῶν· καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ. καὶ προσήγαγεν τὸ παιδάριον,

25καὶ ἔσφαξεν τὸν μόσχον· καὶ προσήγαγεν ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ἤλει

26καὶ εἶπεν Ἐν ἐμοί, κύριε· ζῆ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον.

27ὑπὲρ τοῦ παιδαρίου τούτου , καὶ ἔδωκεν Κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρ’ ἀν’ τοῦ·

28κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῆ αὐτός, χρῆσιν τῷ κυρίῳ.

Abrir 1 Reinos 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario