1 Reinos 11

Septuaginta · texto en griego

1Καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναὸς ὁ Ἀμμανείτης καὶ παρεμβάλλει ἐπὶ ἰαβεὶς Γαλαάδ· καὶ εἶπον πάντες οἱ ἄνδρες ἰαβεὶς πρὸς Νᾶάς τὸν Ἀμμανείτην Διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι.

2καὶ εἶπεν πρὸς αὐτοὺς Νᾶάς ὁ Ἀμμανεἰτης Ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.

3καὶ λέγουσιν αὐτῷ οἱ Ἰαβείς Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ἦ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.

4καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαούλ, καὶ τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

5καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ τὸ πρωὶ ἀγροῦ· καὶ εἶπεν Σαούλ Τί ὅτι κλαίει ὁ λαός ; καὶ διηγοῦνται αὐτῶ, τὰ ῥήματα τῶν υἱῶν Ἰαβείς.

6καὶ ἐφήλατο πνεῦμα κυρίου Σαούλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ’ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα.

7καὶ καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτός, ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων ὡς οὐκ ἐστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.

8καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζεκ ἐν βᾶμά πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας,

9καὶ εἶπεν τοῖς ἀγγέλοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν ἰαβείς Αὔριον ὑμῖν ἡ σωτηρία οὐ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουαιν τοῖς ἀνδράσιν Ἰαβείς, καὶ εὐφράνθησαν.

10καὶ εἶπαν οἱ ἄνδρες Ἰαβεὶς πρὸς Νᾶάς τὸν Ἀμμανείτην Αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.

11καὶ ἐγενήθη μετὰ τὴν οὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, κοὶ ἔτυπτον τοὺς υἱοὺς Ἄμμων ἕως διεθερμάνθη ἡ ἡμέρα· οι υπολελιμμενοι οιεσπαρησαν, καὶ Αμανιτης Α παρεμβαλεῖ Α ἐπ’ Α εἶπον εἶπαν Α Αμανιτην Α Α σαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

12καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν ; παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς.

13καὶ εἶπεν Σαμουήλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρα ταύτῃ, ὅτι σήμερον Κύριος ἐποίησεν σωτήριον ἐν Ἰσραήλ.

14καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γάλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.

15καὶ ἐπορεύθη ἐπορεύθη ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισεν Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις, καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.

Abrir 1 Reinos 11 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario