Septuaginta · texto en griego
2Καὶ ἐκλέγεται Σαοὺλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ· καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι ἐν Μαχεμὰς καὶ ἐν τῷ ὄρει Βαιθήλ, χίλιοι ἦσαν μετὰ Ἰωναθὰν ἐν Γαβεὲ τοῦ Βενιαμείν· καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκηνωμα αὐτοῦ.
3καὶ ἐπάταξεν Ἰωναθὰν τὸν Νασεὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ, καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι· καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων Ἠθετήκασιν οἱ δοῦλοι.
4καὶ πᾶς Ἰσραὴλ ἤκουσεν λεγόντων Πέπαικεν Σαοὺλ τὸν Νοσεὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις· καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις.
5καὶ συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ, κα τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἐξ χιλιάδες ἱππέων κα λαὸς ὡς ἡ ἄμμος ἢ παρὰ τὴν θάλασσαν τῷ πλήθει. καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νώτου·
6καὶ ἀνὴρ Ἰσραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις τοῖς λάκκοις.
7καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ἰορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ· καὶ Σαοὺλ ἔτι ἢν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.
8Καὶ ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπεν Σαμουήλ· κα οὐ Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ’
9καὶ εἶπεν Σαούλ Προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ αἰ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν
10καὶ ἐγένετο ὡς συνετεἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθεν Σαοὺλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν.
11καὶ εἶπεν Σαμουήλ Τί πεποίηκας ; καὶ εἶπεν Σαούλ Ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ’ ἐμοῦ, καὶ σύ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμάς,
12καὶ εἶπα Νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρὸς μὲ εἰς Γάλγαλα, κοὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.
13καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἢν ἐνετείλατό σοι κύριος· ὡς νῦν ἡτοίμασεν Κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ.
14καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, κα ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅ τι ἐνετείλατό σοι κύριος.
15Καὶ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ· καὶ τὸ τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμείν, καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ’ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.
16καὶ Σαοὺλ καὶ Ἰωναθάν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς καὶ οἱ εὑρεθέντες μετ’ αὐτῶν ἐκάθισαν ἐν Γαβεὲ Βενιαμεὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμάς.
17καὶ ἐφῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ τὴν Σωγάλ,
18καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαῖ τὴν Σαμείν.
19καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι Μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ῥομφαίαν καὶ δόρυ.
20καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ κα τὸ σκεῦος, καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.
21καὶ ἦν ὁ τρύγητός ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή. καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχεμάς, καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωναθάν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῶ Ἰωναθὰν υἱῷ αὐτοῦ. καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχεμάς· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν.
Abrir 1 Reinos 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario