Septuaginta · texto en griego
1Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ, καὶ ἔφυγον οἱ Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβοῦε.
2καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαοὐλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθὰν καὶ τὸν Ἰωναδὰβ καὶ τὸν Μελχεισὰ υἱὸν Σαούλ.
3καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια.
4καὶ εἶπεν Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησον με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβεν Σαοὐλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν.
5καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαούλ, καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ’ αὐτοῦ.
6καὶ ἀπέθανεν καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.
7καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ὄτι ἔφυγον οἱ ἄνδρες Ἰσραήλ, καὶ ὅτι τέθνηκεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.
8Καὶ ἐγενήθη τῆ ἐπαύριον,ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκρούς· καὶ εὑρίσκουσιν Σαοὐλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ δρῆ Γελβοῦε.
9καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ, εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·
10καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθέμ.
11καὶ ἀκούουσιν οἱ κατοικοῦντες ἰαβεὶς τῆς Γαλαασείτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ
12καὶ ἀνέστησαν ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὐλ κα τὸ σῶμα Ἴ’ τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσάμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβεὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεὶ.
13καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν κα θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἰαβεὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας. καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὐλ, καὶ Δαυεὶδ ἀνέστρεψεν τύπτων τὸν Ἀμαλήκ· καὶ ἐκάθισεν Δαυεὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.
Abrir 1 Reinos 31 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario