1 Reinos 8

Septuaginta · texto en griego

1Καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουήλ, καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ἰσραήλ.

2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ἰωήλ, καὶ ὄνομα τοῦ δευτέρου ’ ΑΣ1ΛΕmΝ Α ἐν Βηρσάβεε.

3καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῶ αὐτοῦ, Β καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα.

4καὶ συναθροίζονται ἄνδρες Ἰσραὴλ καὶ παραγίνονται εἰς Ἁρμαθάιμ πρὸς Σαμουήλ,

5καὶ εἶπαν αὐτῷ ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη.

6καὶ πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς κύριον.

7καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ὂν λαλήσωσίν σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτῶν.

8κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ’ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί.

9καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν, πλὴν ὅτι διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπ’ αὐτούς.

10Καὶ εἶπεν Σαμουὴλ πᾶν τὸ τοῦ κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ’ αὐτοῦ βασιλέα.

11καὶ εἶπεν τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐφ’ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήμψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ,

12καὶ θέσθαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ θερισμὸν αὐτοῦ καὶ τρυγᾷν τρύγητόν αὐτοῦ, καὶ ποιεῖν σκεύη αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ·

13καὶ τὰς θυγατέρας ὑμῶν εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας.

14καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ἃς ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ.

15καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει, καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ·

16καὶ τοὺς δούλους κα τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν καὶ τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ,

17καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσθε αὐτῶ δοῦλοι.

18καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἑν ταῖς ἡμέραις ξασθε ἑαυτοῖς καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα.

19Καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουήλ, καὶ εἶπαν αὐτῷ οὐχί, ἀλλ’ ἢ βασιλεὺς ἔσται ἐφ’ ἡμᾶς,

20καὶ ἐσόμεθά καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔθνη· καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν, καὶ πολεμήσει τὼν πολεμον ἡμῶν.

21καὶ ἥκουσεν Σαμουὴλ τοὺς λόγους τοῦ λαοῦ, καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ Κυρίου. κυρίου. καὶ εἶπεν κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς αὐτῶν καὶ αὐτοῖς βασιλέα. καὶ εἶπεν Σαμουὴλ πρὸς ἄνδρας Ἰσραήλ ω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ. αὶ ἀνὴρ ἐξ υἱῶν Βενιαμείν, καὶ ὄνομα αὐτῷ Κείς, υἱὸς Ἀβειὴλ

Abrir 1 Reinos 8 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario