2 Esdras 22

Septuaginta · texto en griego

1Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευεῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβὲλ υίοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραιά, Ἰερμιά, Ἐσδρά,

2Μαριά, Μαλούλ,

3Σεχενιά·

7οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῖ.

8καὶ οἱ Λευεῖται· Ἰησού, Βανουί, Καδμιήλ, Σαραβιά, Ἰουδά, Μαχανιά· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὰς ἐφημερίας.

10καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησεν τὸν Ἐλιασείβ, καὶ Ἐλειασεὶβ τὸν Ἰωδά,

11καὶ Ἰωδά ἐγέννησεν τὸν Ἰωναθάν, καὶ Ἰωναθὰν ἐγέννησεν τὸν Ἰαδού.

12καὶ ἐν ἡμέραις Ἰωακεὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαρεά, τῷ Ἰερεμιά,

13τῷ Ἔσρᾳ Μεσουλάμ, τῷ Ἀμαρειὰ Ἰωανάν,

14τῷ Μαλούχ.

22οἱ Λευεῖται ἐν ἡμέραις Ἐλιασείβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰαδού, γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

23υἱοὶ Λευεὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλεισοῦε.

24καὶ ἄρχοντες τῶν Λευειτῶν· Ἀβιὰ καὶ Σαραβιὰ καὶ Ἰησού, καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν, αἰνεῖν, ἐντολῇ Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ, ἐφημερία πρὸς ἐφημερίαν,

25ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς

26ἐν ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰησοῦ Εἰωσεδέκ, ἐν ἡμέραις Νεεμία· καὶ Ἐσρας ὁ ἱερεὺς ὁ γραμματεύς.

27Καὶ ἐν ἐγκαινίοις τείχους Ἰερουσαλὴμ ἐζήτησαν τοὺς Λευείτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἰερουσαλήμ, ποιῆσαι ἐνκαίνια καὶ εὐφροσύνην ἐν θωλαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια.

28καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἰερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων

29καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις οἰκοδόμησαν ἑαυτοῖς οἱ ἰδόντες ἐν Ἰερουσαλήμ.

30καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

31καὶ ἀνήνεγκαν τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους.

32καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὡσαιὰ καὶ ἤμισυ ἀρχόντων Ἰούδα,

33καὶ Ζαχαρίας, Ἔσρας καὶ Μεσουλάμ,

34Ἰουδὰ καὶ Βενιαμεὶν καὶ Σαραία καὶ Ἰερεμιά·

35καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαρίας υἱὸς Ἰωανάν υἱὸς Σαμαιὰ υἱὸς Ναθανιὰ υἱὸς Μειχαιὰ υἱὸς Ζακχοὺρ υἱὸς Ἀσάφ,

36καὶ ἀδελφοὶ αὐτοῦ Σαμαιὰ καὶ Ὀζειήλ, αἰνεῖν ἐν ᾠδαῖς Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ· καὶ Ἔσρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτοῦ.

37ἐπὶ πύλης τοῦ αἰνεῖν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεων Δαυείδ, ἐν ἀναβάσει τοῦ τείχους, ἐπάνωθεν τοῦ οἴκου Δαυεὶδ καὶ ἕως πύλης τοῦ ὕδατος

39Ἐφράιμ, καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ἁνανεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς.

42καὶ ἠκούσθησαν οἱ ἄδοντες, καὶ ἐπεσκέπησαν.

43καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἰερουσαλὴμ ἀπὸ μακρόθεν.

44Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευείταις, ὅτι εὐφροσύνη ἐν Ἰούδᾳ ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευείτας τοὺς ἑστῶτας.

45καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ἄδοντας καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυεὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ.

46ὅτι ἐν ἡμέραις Δαυεὶδ Ἀσὰφ ἀπʼ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ.

47καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβαβὲλ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευείταις, καὶ οἱ Λευεῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.

Abrir 2 Esdras 22 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario