Septuaginta · texto en griego
1Καὶ μετὰ τὰ ῥήματα ἐν βασιλείᾳ Ἀρθασεσθὰ βασιλέως Περσῶν ἀνέβη Ἔσρας υἱὸς Σαραίου υἱοῦ Ζαρείου υἱοῦ Ἑλκειὰ
2υἱοῦ Σαλοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχειτὼβ
3υἱοῦ Σαμαρειὰ υἱοῦ Ἐσρειὰ υἱοῦ Μαρερὼθ
4υἱοῦ Ζαραιὰ υἱοῦ Σαουιὰ υἱοῦ Βοκκεὶ
5υἱοῦ Ἀβεισοῦε υἱοῦ Φινεὲς υἱοῦ Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πατρῴου.
6ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν Κύριος ὁ θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἐπʼ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός.
7καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευειτῶν καὶ οἱ ἄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινεὶμ εἰς Ἰερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀσαρθαθὰ τῷ βασιλεῖ
8καὶ ἤλθοσαν εἰς Ἰερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ
9ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἰερουσαλήμ, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπʼ αὐτόν.
10ὅτι Ἔσρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίμα.
11Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Ἀσαρθαθὰ τῷ Ἔσρᾳ τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ
12Ἀσαρθαθὰ βασιλεὺς βασιλέων Ἔσρᾳ γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ. τετέλεστο λόγος καὶ ἡ ἀπόκρισις.
13ἀπʼ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευειτῶν πορευθῆναι εἰς Ἰερουσαλήμ, μετὰ σοῦ πορευθῆναι.
14ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἰερουσαλὴμ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου.
15καὶ εἰς οἶκον Κυρίου ἀργύριον καὶ χρυσίον ὃ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ κυρίῳ τοῦ Ἰσραὴλ τῷ ἐν Ἰερουσαλὴμ κατασκηνοῦντι,
16καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσια ζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ·
17καὶ πᾶν προσπορευομενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους. κριούς. ἀμνούς, καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ἰερουσαλήμ.
18καὶ ἔτι ἐπὶ σέ καὶ τοὺς ἀδελφούς σου ἠγαθύνθη ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι; ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε.
19καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον θεοῦ ἐν Ἰερουσαλήμ.
20καὶ κατάλοιπον χρείας οἴκου θεοῦ ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως.
21καὶ ἀπʼ ἐμοῦ, ἔγωγ᾿ Ἀρσαρθαθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσρας ὁ ἱερεὺς γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμαως γινέσθω,
22ἕως ἀργυρίου ταλάντων καὶ ἕως πυροῦ κόρων ἑκατόν, καὶ ἕως οἴνου ἀποθηκῶν ἑκατόν, καὶ ἄλας οὗ οὐκ ἔστιν γραφή.
23πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γινέσθω. προσέχετε ἐπιχειρῆσαι μήτι εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
24καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ἄδουσιν, πυλωροῖς, Ναθεινεὶμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου, φόρος μὴ ἔστω σοι· οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς.
25καὶ σύ, Ἔσρα, ᾧ ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτάς, ἴνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ· καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.
26καὶ πᾶς ὃς ἂν μὴ ἦ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐὰν εἰς θάνατον ἐὰν εἰς παιδείαν ἐὰν εἰς ζημίαν βίου ἐὰν εἰς παράδοσιν.
27εὐλογητὸς Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως, τοῦ δοξάσαντος οἶκον τὸν ἐν Ἰερουσαλήμ,
28καὶ ἐπʼ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων. καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπʼ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετʼ ἐμοῦ.
Abrir 2 Esdras 7 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario