Septuaginta · texto en griego
1ΚΑΙ ἐνίσχυσεν Σαλωμὼν υἱὸς Δαυεὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος·
2καὶ εἶπεν Σαλωμὼν πρὸς πάντα Ἰσραήλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ἰσραήλ, τοῖς ἄρχουσι τῶν πατριῶν.
3καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἡ ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαών, οὖ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ.
4ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυεὶδ ἐκ πόλεως Χάριαθιαρείμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ἰερουσαλήμ.
5καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὁ ἐποίησεν Βεσελεὴλ υἱὸς Οὐρείου υἱοῦ Ὡρ ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου· καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἡ ἐκκλησία,
6καὶ ἤνεγκεν ἐκεῖ Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον Κυρίου τὸ ἐν τῇ σκηνῇ, καὶ ἤνεγκεν ἐπʼ αὐτὸ ὁλοκαύτωσιν χιλίαν.
7Ἐν τῇ νυκτὶ ἐκείνῃ ὄφθη ὁ θεὸς τῷ Σαλωμὼν καὶ εἶπεν αὐτῷ Αἶτησαι τί σοι δῶλ.
8καὶ εἶπεν Σαλωμὼν πρὸς τὸν θεόν ἐποίησας μετὰ Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καὶ ἐβασίλευσάς με ἀντʼ αὐτοῦ.
9καὶ νῦν, Κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυεὶδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χνοῦς τῆς γῆς.
10νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;
11καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμῶν Ἀνθʼ ὦν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου, καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων, καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσαω, καὶ ᾒτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφʼ ὅν ἐβασίλευσά σε ἐπʼ αὐτόν·
12τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι, καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου, καὶ μετὰ σέ οὐκ ἔσται οὕτως.
13καὶ ἥλθεν Σαλωμὼν ἐκ Μαβὰ τῆς ἐν Γαβαὼν τῆς ἐν Ἰερουσαλὴμ πρὸ προσώπου σκηνῆς μαρτυρίου, καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.
14Καὶ συνήγαγεν Σαλωμὼν ἄρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.
15καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
16καὶ ἡ ἔξοδος τῶν ἱππέων τῷ Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· πορεύεσθαι ἠγόραζον.
17καὶ ἐνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἔν ἑξακοσίων ἀργυρίου, καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Κετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.
Abrir 2 Paralipómenos 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario