2 Paralipómenos 22

Septuaginta · texto en griego

1Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τὸν Οχοζείαν τὸν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντʼ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπʼ αὐτούς, οἱ Ἄραβες οἱ Αλειμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζείας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα.

2ὢν εἴκοσι ἐτῶν Οχοζείας ἐβασίλευσεν, καὶ ἐνιαυτὸν ἕνα ἐθάσιλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεί.

3καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν.

4καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαάβ, ὅτι αὐτοὶ ἤσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν,

5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὰ Γαλαὰδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.

6καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰσραὴλ ἀῃὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὰ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας· καὶ Οχοζείας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεᾶσθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰσραήλ, ὅτι ἠρρώστει.

7καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Φχοζείᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐξελθεῖν ἐξῆλθεν μετʼ αὐτοῦ Ἰωρὰμ πρὸς υἱὸν Ναμεσσεὶ χριστὸν Κυρίου τὸν οἶκον Ἀχαάβ.

8καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρον τοὺς Ἰουδα ἄρχοντας καὶ τοὺς ἀδελφοὺς Οχοζεία λειτουργοῦντας τῷ Οχοζείᾳ καὶ ἀπέκτεινεν αὐτούς.

9καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζείαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν ζἱὸς Ἰωσαφάτ ἐστιν, ὁς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ· καὶ οὐκ ἦν ἐν οἶκῳ Φχοζεία κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

10Καὶ Γοθολία ἡ μήτηρ ³Οχοζεία εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.

11καὶ ἔλαβεν Ἰωσαβεὲ τὸν Ἰωὰς υἱὸν Οχοζεία, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμέναων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζείου καὶ γυνὴ Ἰωδᾶε· καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Τοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.

12καὶ ἦν μετʼ αὐτοῦ ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἔξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

Abrir 2 Paralipómenos 22 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario