2 Paralipómenos 5

Septuaginta · texto en griego

1καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη· ἔδωκεν εἰς θησαυρὸν Κυρίου.

2Τóτε ἐξεκλησίασεν Σαλωμὼν τοὺς πρεσβυτέρους καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ἰσραὴλ εἰς Ἰερουσαλήμ, τοῦ ἀνενέγκαι κβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυείδ, αὕτη Σειών.

3καὶ ἐξεκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς Ἰσραὴλ ἐν τῇ ἑορτῇ, οὗτος ὁ μὴν ἔβδδομος.

4καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἔλαβον πάντες οἱ Λευεῖται τὴν κιβωτὸν

5καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐυ τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται.

6καὶ ὁ βασιλεὺς Σαλωμὼν καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἴ οὐκ ἀριθμηθήσονται καὶ οΕ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους.

7καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβεὶρ τοῦ οἶκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβείν.

8καὶ ἦν τὰ χερουβεὶν διαπεπετακότα τὰς πτέρυγας αὐτῶυ ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτεν τὰ χερουβεὶν τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν,

9καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβείρ, οὐκ ἐβλέποντο ἔξω· καὶ ἤσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

10οὐκ ἣν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἂς ἔθηκεν Μωυσῆς ἐν Κωρήβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

11καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων, ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν· οὐκ ἤσαν διατεταγμένοι κατʼ ἐφημερίαν.

12καὶ οἱ Λευεῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσάφ, τῷ Αἱμάν, τῷ Ἰδειθοὺμ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου, καὶ μετʼ αὐτῶν ἱερεῖς ἑκατὸν εἵκοσι σαλπίζοντες ταῖς σάλπιγξιν.

13καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιῷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ· καὶ ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόν· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου·

14καὶ οὐκ ἡδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησεν δόξα Κυρίου τὸν οἶκον τοῦ θεοῦ.

Abrir 2 Paralipómenos 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario