3 Reinos 16

Septuaginta · texto en griego

2Ἀνθ’ ὧν ὕψωςά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἰεροβοὰμ καὶ ἐξήματρες τὸν λαόν μου τὸν Ἰσραὴλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,

3ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βααςὰ καὶ ὄπισθεν τοῦ οἴσου αὐτοῦ, καὶ δώσω τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβάθ.

4τὸν τεθνηκότα τοῦ Βααςὰ ἐν τῇ πόλει, καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.

5καὶ τὰ λοιπὰ τῶν λόγων Βααςὰ καὶ πάντα ἅ ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰκοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

6καὶ ἐκοιμήθη βααςὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσά· καὶ βασιλεύει Ἠλαὰν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασελέως Ἀσά.

7καὶ ἐν χειρὶ Εἰοὺ Ἁνανεὶ ἐλάλησεν Κύριος ἐπὶ Βααςὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν ἥν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παρορυίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἰεροβοὰμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

8Καὶ Ἠλὰ υἱὸς Βααςὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν θερσά.

9καὶ συνέστρεψεν ἐπ’ αὐτὸν Ζαμβρεὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερςὰ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσά, τοῦ οἰκονόμου ἐν Θερσά.

10καὶ εἰσῆλθεν Ζαμβρεὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ.

11καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ε’πάταξεν ὅλον τὸν οἶκου Βαασά,

12κατὰ τὸ ῥῆμα ὅ ἐλάλησεν Κύριος ἐπὶ τὸν οἶκον βααςὰ καὶ πρὸς Εἰοὺ τὸν προφήτην

13περὶ παςῶν ἁμαρτιῶν βααςὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι Κύριον τὸν θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.

14καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἅ ἐποίησεν, οὐκ ἰκοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

15Καὶ Ζαμβρεὶ ἐβασίλευσεν ἑπτὰ ἔτη ἐν Θερσά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαὼν τὴν τῶν ἀλλοφύλων.

16καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράφη Ζαμβρεὶ καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰ σραὴλ τὸν Ζαμβρεὶ τὸν ἡγούμενον τῆς στρατείας ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.

17καὶ ἀνέβη Ζαθβερὶ καὶ πᾶς Ἰσραὴλ μετ’ αὐτοῦ ἐν Γαβαθὼν καὶ περιεκάισαν ἐπὶ θερσό.

18καὶ ἐγεήθη ὡς εἶδεν ζαμβεὶ ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ πορεύονται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως. καὶ ἐνεπύρισεν ὁ βασιλεῦς ἐπ’ αὐτὸ τὸν οἶκον τοῦ βασιλώς, καὶ ἀπέθανεν·

19ὑπὲρ τῶν ἀμαρτιὼν αὐτοῦ ὦν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, πορευθῆναι ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαβτίαις αὐτοῦ, ὠς ἐξήμαρτεν τὸν Ἰσραήλ.

20καὶ τὰ λοιπὰ τῶν λόγων ζαμβρεὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

21τότε μερίζεται ὁ λαός Ἰσραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω θαμνεὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν. καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ζαμβρεί.

22καὶ ἡττήθη ὁ λαὸς ὁ ὣν ὀπίσω θαμνεὶ υίοῦ Γωνάθ· καὶ ἀπέθανεν θαμνεὶ καὶ Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ έβασίλευσεν Ζαμβρεὶ μετὰ θαμνεί.

23ἐν τῷ ἐτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ζαμβρεὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν θερςὰ βασιλεύει ἔξ ἐτη.

24καὶ ἐκτήσατο Ζαμβρεὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σέμηρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου, καὶ ῲκοδόμησεν τὸ ὄρος· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὖ ῲκοδόμησαν ἐπὶ τῷ ὁνόματι Σάρηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών.

25καὶ ἐποίησεν Σαμβρεὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου· ἐπονηρεύσατο ὑπὲρ παάντας τοὺς γευομένους ἔμπροσθεν αὐτοῦ.

26καὶ ἐπορεύθη ἐν πάςῃ ὀδῷ Ἰεροβοὰμ υίοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἶς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι ἐν τοῖς ματαίοις αὐτῶν.

27καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρεὶ καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δδυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰσραήλ;

28καὶ ἐκοιμήθη Ζαμβρεὶ τῶν πατέρων αὐτοῦ, καὶ Θάπτεται ἐν Σαμαρείᾳ· καὶ βασιλεύει Ἀχαὰβ οἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

28aΚαὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ζαμβρεὶ βασλεύει Ἰωσαφὰθ υἱὸς Ἁσά· βασιλεύει ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη βασιλεύει ἐν Ἰερουσλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαβουζά, θυγάτηρ Σελεεί.

28bκαὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπ’ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων.

28cκαὶ ἃ συνέθετο Ἰωσαφάθ, καὶ πᾶσα δυναστεία ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἠμερῶν τῶν βασιλέων Ἰούδα;

28dκαὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῆρεν ἀπὸ τῆς γῆς.

28eκαὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· νασεὶβ ὁ βασιλεύς.

28fἐποίησεν ναῦν εἰς θαρσεὶς πορεύεσθαι εἰς Σωφείρ, πορεύσθαι ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γάβερ.

28gτότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάθ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηή· καὶ οὐκ ἐβούλετο Ἰωσαφάθ.

28hκαὶ ἐκοιμήθη Ἰωσαφὰθ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

29Ἐν ἔτει δευτέρῳ τῷ Ἰωσαφὰθ βασιλεύει Ἀχαὰβ υἱὸς Ζαμβρεί· ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.

30καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου· ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροςθεν αὐτοῦ.

31καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἰεροβοὰμ υἱοῦ Ναβάτ, καὶ ἔλαβεν γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβάαλ βασιλέως Σιδωνίων, καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ.

32καὶ ἔστησεν θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων ἀυτοῦ ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ.

33καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ, τοῦ ἐξολοθρευθῆναι· ἐκακοποίησεν ἡπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.

34Ὠκοδόμησεν Ἀχειὴλ ὁ Βαιθηλείτης τὴν Ἰερειχώ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτήν, καὶ τῷ Ζεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς, κατὰ τὸ ῤῆμα Κυτίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυή.

Abrir 3 Reinos 16 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario