Septuaginta · texto en griego
1Καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν ὅσα ἠθέλησεν ποιῆσαι,
2καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον καθὼς ὤφθη ἐν Γαβαώθ,
3καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἥκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκάσοι κατὰ πᾶσαν τῆν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον ὅν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκῖ εἰς τὸν αἰῶνα, καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.
4καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἅ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς·
5καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αὐτῶνα καθὼς ἐλάλησα τῷ Δαυεὶδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.
6ἐὰν δὲ ἀποστραφέωτες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑῶν ἀπ’ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἅ ἔδωκεν Μωυςῆς ἀνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτεροις καὶ προσκυνησητε αὐτοῖς·
7καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὅν ἡγίασα τῷ ὀνόματί μου ἀπορίψω ἐκ προσώπου μου, καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλῃμα εἰς πάντας τοὺς λαούς.
8καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι’ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν Ἔνεκα τίνος ἐποίησεν Κύριος οὕτως τῇ τῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ ;
9καὶ ἐροῦσιν Ἀνθ’ ὦν ἐγκατέλιπον Κύριον θεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κακίαν ταύτην. ταύτην. ἀνήγαγεν Σαλωμὼν τὴν θυγατέρα θυγατέρα ἐκ πόλεως Δαυεὶδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν αὐτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
10Εἴκοσι ἔτη οἶς οἷς οἰκοδόμησεν Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,
11Χειρὰμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χειρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλειλαίᾳ.
12καὶ ἐξῆλθεν. Χειρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλειλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῶ Σαλωμών· καὶ οὐκ ἤρεσεν αὐτῷ.
13καὶ εἶπεν Τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι, ἀδελφέ ; καὶ ἐγκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης.
14καὶ ἤνεγκεν χειρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου.
26Καὶ νοῦν ὑπὲρ οὗ ἐπ οίησεν Σαλωμὼν ὁ βασιλεὺς ἐν Ἐμαεσειὼν Γάβρ, τῆν οὖσαν ἐκομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ·
27καὶ ἀπέστειλεν Χειρὰμ ἐ’ν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοῦς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν πάίδων Σαλωμών.
28καὶ ἦλθον εἰς Σωφηρά, καὶ ἔλαβον ἐκεῖθεη χρυσίου ἐκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.
Abrir 3 Reinos 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario