4 Reinos 1

Septuaginta · texto en griego

1ΚΑΙ ἠθέτησεν Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.

2καὶ ἔπεσεν Ὀχοζειας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ, καὶ ἠρρώστησεν· καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι’ αὐτοῦ.

3καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλειοὺ τὸν θεσβείτην λέγων Ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζείου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπεζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως·

4ὅτι τάδε λέγει Κύριος Ἡ κλίνη ἐφ’ ἦς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ἠλειοὺ καὶ εἶπεν πρὸς αὐτούς.

5καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐπεστρέψατε;

6καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τόδε λέηει Κύριος Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών ; οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἦς ἀνέβης ὅτι οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

7καὶ ἐλάλησεν πρὸς αὐτούς Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;

8καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ· καὶ εἶπεν Ἠλειοὺ ὁ θεσβείτης οὖτός ἐστιν.

9καὶ ἀπέστειλεν πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλειοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηθι.

10καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνθρωπος θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεται σὲ καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

11καὶ προςέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, τάδε λέγει ὁ βασιλεύς Ταχέως κατάβηθι.

12καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνυρωπος θεοῦ ἐγώ, καταβήσεται τῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαυγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

13καὶ προςέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πενήκοντα αὐτοῦ· καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλειού, καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω ἡ ψυχὴ μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων ἐν ὀφθαλμοῖς σου·

14ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους· καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου.

15καὶ ελάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλειοὺ καὶ εἶπεν Κατάβηθι μετ’ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προςώπου αὐτῶν· καὶ ἀνέστη Ἠλειοὺ καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα.

16καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἠλειού Τάδε λέγει Κύριος Τί ὅτι ἀπέστειλας ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

17καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν Ἠλειού.

18καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζείου α ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

18aκαὶ Ἰωρᾶμ υἱὸς Ἀχαᾶβ βασιλεύει ἐπὶ Ἰσραήλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφᾶρ βασιλέως Ἰούδα.

18bκαὶ ἐποίησεν τοὸ πονηρον ἐνώπιον Κυρίου, πλήν οὐχ ὠς οἱ ἀδελφοὶ αὐποῦ οὐδὲ ὡς ἡ μήτηρ αὐποῦ·

18cκαὶ ἀπέστειλεν τὰς στήλας τοῦ Βἀαλ ἂς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς· πλήν ἐν ταῖς ἀμαρτίαις οἴκου Ἰεροβοᾶμ ὄς ἔξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπέστη ἀπ’ αὐτῶν.

18dκαὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.

Abrir 4 Reinos 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario