4 Reinos 3

Septuaginta · texto en griego

1Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰθ βασιλεῖ Ἰούδα, καὶ ἐβασίλευσεν δώδεκα ἔτη.

2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἢ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·

3πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἰ βοὰμ υἱοῦ Ναβὰτ ὄς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπ’ αὐτῆς.

4Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήθ, καὶ ἐπέστρεψεν τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων.

5καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησεν βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.

6καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρα ἐκείνη ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ·

7καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ἰωσαφὰθ βασιλέα Ἰούδα λέγων Βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί. εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν Ἀναβήσομαι· ὄμοιός μοι ὄμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ .ἴπποι σου.

8καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδωμ.

9καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς ’Εδώμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἢν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν

10καὶ εἶπεν βασιλεὺς Ἰσραήλ Ὤ, ὅτι κέκληκεν Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μάβ.

11καὶ εἶπεν Ἰωσαφάθ Οὐκ έστιν ὦδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσομεν τὸν κύριον παρ’ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ἰσραὴλ καὶ εἶπεν Ὦδε Ἐλεισαῖε υἱὸς Ἰωσαφάθ, ὅς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλειού.

12καὶ εἶπεν Ἰωσαφάθ Ἔστιν αὐτῷ ῥῆμα· καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰθ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ.

13καὶ εἶπεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραήλ Τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ Μή, ὄτι κέκληκεν κύριος τοὺς τρεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ.

14καὶ εἶπεν ’ ἡ Κύριος τῶν δυνάμεων ᾦ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ πρόσωπον Ἰωσαφὰθ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, ἦ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε·

15καὶ νῦν λάβε μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ’ αὐτὸν χεὶρ Κυρίου·

16καὶ εἶπεν Τάδε λέγει Κύριος Ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους

17ὄτι τάδε λέγει Κύριος Οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὖτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν κοὶ τὰ κτήνη ὑμῶν.

18καὶ κοῦφος καὶ αὕτη ἐν ὀφθαλμοῖς Κυρίου· καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ

19καὶ πατάξετε πᾶσαν πόλιν ὀχυράν, καὶ πᾶν ξύλον ἀγαθὸν καὶ πάσας πηγὰς ὕδατος ἐμφράξατε, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἐν λίθοις.

20καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς καὶ ἰδοὺ ὕδατα ἥρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ

21καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεαὐτούς· καὶ ἀνεβόησαν ἐ·κ παντὸς περιεζωσμένοι ζώνην καὶ Ὥ· καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου.

22καὶ ὤρθρισαν τὸ πρωί, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδεν Μωὰβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα,

23καὶ εἶπαν Αἷμα τοῦτο τῆς ῥομφαίας· οἱ βασιλεῖς, καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ· καὶ νῦν ἐπὶ τὰ σκῦλα, Μωάβ.

24καὶ Ισραήλ· καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτλῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωάβ,

25καὶ τὰς πόλεις καθεῖλον· καὶ πᾶσαν μερίδα ἀγαθήν, ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτήν, καὶ πᾶσαν πηγὴν ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους· καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν.

26καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδώμ· καὶ οὐκ ἠδυνήθησαν. θησαν.

27καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃς ἐβασίλευσεν ἀντ’ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραήλ. καὶ ἀπῆραν ἀπ’ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.

Abrir 4 Reinos 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario