Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Jeremías 11 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν λέγων
2Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ·
3καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,
4ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων Ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν,
5ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατρέσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆς ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα Γένοιτο, Κύριε.
6καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πολεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὺτούς.
8καὶ οὐκ ἐποίησαν.
9Καὶ εἶπεν Κύριος πρὸς μέ Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλήμ·
10ἐπεστράφησαν ἐπὶ τὰς ὰδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδανσαν αἶκος Ἰούδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.
11διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρὸς μὲ καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
12καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεοὺς οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.
13ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἰερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιῶν τῇ Βάαλ.
14καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.
15τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα ; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;
16ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπʼ αὐτήν, μεγάλη ἡ θλίψις ἐπὶ σέ. ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς,
17καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σέ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.
18Κύριε, γνώρισύν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν,
19ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν, λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι
20Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.
21διὰ τοῦτο τάδε λέγει Κύρος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας Οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν.
22ὶδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτοὺς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῳ,
23καὶ ἐνκατάλιμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ ἐν ἐνιαυτῴ ἐπισκέψεως οὐτῶν.
Abrir Jeremías 11 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario