Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Jeremías 50 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Καὶ ἐγενήθη ὡς ἐπαύσατο Ἰερεμίας λέγων πρὸς τὸν λαὸν τοὺς πάντας λόγους Κυρίου οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους,
2καὶ εἶπε· Ἀζαρίας υἱὸς Μαασσαίου καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ἰερεμίᾳ λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε Κύριος πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ
3ἀλλ᾿ ἢ Βαροὐχ υἱὸς Νηρείου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα.
4καὶ οὐκ ἤκουσεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου, κατοικῆσαι ἐν γῇ Ἰούδα.
5καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ,
6τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλειπεν Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικαμ, καὶ Ἰερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου,
7καὶ εἰσῆλθον εἰς Αἵγυπτον, ὅτι οὐκ ἥκουσιν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθαν εἰς Γαφνάς.
8Καὶ ἐγένετο λθγος Κυρίου πρὸς Ἰερεμίαν ἐν Γαηφνὰς λέγων
9Λάβε σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Γαφνάς, κατʼ ὀφθαλμοὺς ἀνδρῶν ούδα,
10καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα ἐπʼ αὐτούς,
11καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς όομφαίαν·
12καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐνπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτούς, καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. καὶ ἐξελεύσεται ἐν εἰρήνῃ,
13καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐυ Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
Abrir Jeremías 50 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario