Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Joel 1 en hebreo y español.
1ΛΟΓΟΣ ΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωήλ τὸν τοῦ Βαθουήλ.
2Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ἡμῶν, ἤ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;
3ὑπέρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.
4τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροίχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.
5Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πί νοντες οἶνον, εἰς μέθην, ὅτι ἐξήρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.
6ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου·
7ἔθετο τὴν ἄμπελόυ μου εἰς ἀφανισμόν, καὶ τὰς συκᾶς μου εἰς συνκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔριψεν, ἐλεύκανεν τὰ κλήματα αὐτῆς.
8θρήνησον πρὸς μέ ὑπέρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸυ ἄνδρα αὐτῆς τὸν παρθενικοῦ.
9ἐξῆρταιθυσία καὶ σπονδὴ ἐξ οἵκου Κυρίου· πενθεῖτε, ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ.
10ὅτι τεταλαιπόρηκεν τὰ πεδία, πενθείτω ἡ γῆ· ὅτι τεταλαιπώρηκεν σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον,
11ἐξηράνθησαν γεωργοί· θρηνεῖτε, κτήματα, ὑπέρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγροῦ·
12ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ καὶ φοίνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλου ἀγροῦ ἐξηράνθησαν, ὅτι ἤσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.
13περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες ἡυσιαστηρίῳ· εἰσέλθατε, ὑπνώσατε ἐν σάκκοις, λειτουργοῦντες θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἵκου θεοῦ ὑμῶν θυσία καὶ σπονδή.
14ἁγιάσατε υηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον θεοῦ ὑμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς
15Οἵμοι οἵμοι ομοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπαωρία ἐκ ταλαιπαωρίας ἤξει.
16κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλεθρεύθη, ἐξ οἵκου θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.
17ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος.
18τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχεν νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.
19πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσεν τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψεν πάντα τὰ ξύλα τοῦ ἀγροῦ·
20καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ· ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγεν τὰ ὡραῖα τῆς ἐρήμου.
Abrir Joel 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario