Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Joel 3 en hebreo y español.
1Διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν ἐπιστρέφω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἰερουσαλήμ,
2καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφάτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπέρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραήλ, οἵ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν· καὶ τὴν γῆν μου καταδιείλαντο,
3καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπόλουν ἀντὶ οἴνου καὶ ἔπινον.
4καὶ τί ὑμεῖς ἐμοί, Ἰύρος καὶ Σειδών, καὶ πᾶσα Γαλειλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἤ μνησικακεῖτε ὑμεῖς ἐπʼ ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν,
5ἀνθʼ ὦν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν·
6καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἐλλήνωυ, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.
7ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου οὐ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν,
8καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας τῶν υἱῶν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησεν.
9Κηρύξατε ταῦτα ἐυ τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμου, ἐξεγείρατε τοὺς μαχητάς, καὶ προσαγάγετε καὶ ἀναβαίυετε πάντες ἄνδρες πολεμισταί,
10συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς όομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχύω ἐγώ.
11συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεῖ ὁ πρᾳὺς ἔστω μαχητής.
12ἐξεγειρέσθωσαν, ἀυαβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφάτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν.
13ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια, ὅτι πεπλήθυυται τὰ κακὰ αὐτῶν.
14ἤχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης.
15ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶυ.
16ὁ δὲ κύριος ἐκ Σειὼν ἀνακεκράξεται, καὶ ἐξ Ἰερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχύσει τοὺς υἱοὺς Ἰσραήλ.
17καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐυ Σειών, ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἰερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾿ αὐτῆς οὐκέτι.
18Καὶ ἔσται ἐυ τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ όυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ὸυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἵκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων.
19Αἶγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθʼ ὧν ἐξέχεαν αἵμα δίκαιον ἐν τῇ γῇ αὐτῶν.
20ἡ δἐ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἰερουσαλὴμ εἰς γενεὰς γενεῶν·
21καὶ ἐκζητήσω τὸ αἵμα αὐτῶν καὶ οὐ μὴ ἀθῳώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σειών.
Abrir Joel 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario