Josué 2

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 2 en hebreo y español.

1Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυὴ ἐκ Σάττειν δύο νεανίσκους κατασκοπεῦσαι λέγων Ἀνόβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ἰερειχώ. καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ἰερειχώ, καὶ εἰσήλθοσαν εἰς οἰκίον γυναικὸς πόρνης ᾗ ὄνομα Ῥαάβ, κα κατέλυσαν ἐκεῖ.

2καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἰερειχὼ λέγοντες Εἰσπεπόρευνται ὦδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν.

3καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰερειχὼ καὶ εἶπεν πρὸς Ῥαὰβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.

4καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτούς, καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰδεληλύθασιν ἄσιν πρὸς μὲ οἱ ἄνδρες·

5ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον. οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.

6αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα, κα ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμη τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος.

7καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη.

8καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν, καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς

9καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς.

10ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν Κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ ὅγ’, οὓς ἐξωλεθρεύσατε αὐτούς.

11καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῆ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἵστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι κύριος ὁ θεὸς ὑμῶν ὃς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.

12καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν θεόν, ὅτι ποιῶ ὑμῖν ἕλεος, καὶ ὑμεῖς ἕλεος ἐν τῷ τοῦ τοῦ πατρός μου.

13καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου τὸν οἶκον μου καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν μου ἐκ θανάτου.

14καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ’ εἰς θάνατον. καὶ αὐτὴ εἶπεν ὃς ὂν παραδοῖ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἕλεος καὶ ἀλήθειαν.

15καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος·

16καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέας ἕως ἀν’ ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.

17καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτὴν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·

18ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.

19καὶ ἔσται πᾶς ὃς ἄν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.

20ἐὰν δέ τις ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα τῷ ὅρκῳ σου τούτῳ.

21καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν καὶ ἐξαπέστειλεν αὐτούς.

22καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινήν, καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδούς, καὶ οὐχ εὕροσαν.

23καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους, καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυή, καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς.

24καὶ πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.

Abrir Josué 2 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario