Josué 20

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 20 en hebreo y español.

1Καἰ ἐλάλησεν κύριος τῷ Ἰησοῖ λέγων

2Λάλησον τοῖς υἱοῖς Ἴσραὴλ λέγων Δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ.

3φυγαδευτήριον τῷ πατάξαντι ψυχὴν ἀκουσίως· καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ Φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν.

7καὶ διέστειλεν τὴν Κάδης ἐν τῇ Γαλειλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλεί, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Εφράιμ, καὶ τὴν πόλιν Ἀρβόκ, αὕτη ἐστὶν χεβρὼν ἐν τῷ ὄρει τῷ Ἰούδᾳ.

8καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκεν Βόσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ῥουβήν, καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλῶν ἐν τῇ Βασανείτιδι ἐκ τῆς φυλῆς Μανασσή.

9αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουκαταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.

Abrir Josué 20 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario