Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 23 en hebreo y español.
1καὶ ἐγένετο μεθ’ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καἰ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις.
2καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας πάντας καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ εἶπεν πρὸς αὐτούς Ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέροις.
3ὑμεῖς δὲ ἑοράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ἡμῶν, ὅτι κύριος ὁ θεὸς ἡμῶν ὁ ἑ ἐκπολεμήσας ἡμῖν.
4ἴδετε ὅτι ὅπερ εἶπα ὑμῖν, τὰ ἔθνη τὰ καταλελιμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλάς ὑμῶν· ἀπὸ τοῦ Ἰοπδάνου πάντα τὰ ἔθνη καὶ ἐξωλέθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.
5Κύριος δὲ ὁ θεὸς ἡμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται· καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως δ’ ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν· καὶ κατακληρονομήσατε τὴν· γῆν αὐτῶν, καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ἡμῶν ὑμῖν.
6κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα·
7ὅπως μὴ εἰσέλθητε τὰ ἔθνη τὰ καταλελιμμένα ταῦτα· καὶ τὰ ὀνόματα τῶν θεῶν ῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν· οὐ μὴ προσκυνήσετε αὐτοῖς οὐδὲ τε αὐτοῖς,
8ἀλλὰ Κυρίῳ τῷ θεῷ ἡμῶν προσκολληθήσεσθε, ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.
9καὶ ἐξολεθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ οὐθεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης·
10εἷς ὑμὠν ἐδίωξεν χιλίους, ὅτι κύριος ὁ θεὸς ἡμῶν ἐξεπολέμει ἡμῖν, καθάπερ εἶπεν ἡμῖν.
11καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾷν κύριον τὸν θεὸν ἡμῶν.
12ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ’ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτούς, καὶ συνκαταμιηῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,
13γινώσκετε ὅτι οὐ μὴ προσθῇ κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμίν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἄη ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἢν ἔδωκεν ὑμῖν κύριος ὁ θεὸς ὑμῶν.
14ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ κοὶ πάντες οἱ ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε τῆ καρδίᾳ ὑμῶν καὶ τῆ ψυχῇ ὑμῶν διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν κύριος ὁ θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.
15καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ κόλα ἃ ἐλάλησεν κύριος πρὸς ἡμᾶς, οὕτως ἐπάξει Κύριος ὁ θεὸς ἐφ’ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν Κύριος ὑμῖν,
16ἐν τῷ ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ θεοῦ ἡμῶν ἢν ἐνετείλατο πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.
Abrir Josué 23 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario