Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Josué 5 en hebreo y español.
1Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ἰορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.
2Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν Κύριος τῷ Ἰησοῖ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ.
3καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους, καὶ περιέτεμεν τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ τοῦ καλουμένου τόπου βουνὸς τῶν ἀκροβυστιῶν .
4ὃν δὲ τρόπον περιεκόθαρεν Ἰησοῦς τοὺς υἱοὺς Ἰσραήλ· ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ, καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου,
5πάντας τούτους Ἰησοῦς· τεσσεράκοντα γὰρ καὶ δύο ἴτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Μαδβαρείτιδι·
6διὸ οἱ ἀπερίτμητοι ἤσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ θεοῦ, οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι.
7ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους.
8περιτμηθέντες δὲ ἡσυχίαν εἶχον, αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ ἕως ὑγιόσθησαν.
9καὶ εἶπεν Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυή Ἐν τῇ σήμερον ἡμέρᾳ ὀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.
10Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῆ̣ τεσσαρεσκαιἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας, ἀπὸ δυσμῶν Ἰερειχὼ ἐν τῷ τοῦ Ἰαρδάνου ἐν τῷ πεδίῳ·
11καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα.
12ἐν ταύτῃ τῇ ἡμέρα ἐξέλιπεν τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν κουρὰν τῶν Φοινίκων ἐν τὼ ἐνιαυτῶ ἐκείνω.
13Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἰερειχώ, καὶ ὀφθαλμοῖς ἴδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, ἐσπασμένη ἐν τῆ χειρὶ αὐτοῦ. καὶ προσελθὼν Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;
14ὁ δὲ εἶπεν αὐτῷ Ἐγὼ ἀρχιστράτηυος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ Δέσποτα, τί προστάσσεις τῶ σῷ οἰκέτῃ;
15καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν Λύσαι τὸ υ· ὁ γὰρ τόπος ἐφ’ ᾧ νῦν ἕστηκας ἅγιός ἐστιν.
Abrir Josué 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario