Jueces 10

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Jueces 10 en hebreo y español.

1Καὶ Καὶ ἀνέστη μετὰ Ἀβειμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσαχὰρ· καὶ αὐτὸς ᾤκει ἐν Σαμεὶρ ἐν ὄρει Ἐφράιμ.

2καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη, καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμείρ.

3καὶ ἀνέστη μετ’ αὐτὸν Ἰαεὶρ ὁ Γαλαὰδ, καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη.

4καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους, καὶ τριάκοντα δύο πόλεις αὐτοῖς· καὶ ἐκάλουν αὐτὰς Ἐπαύλεις Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης, ἐν γῇ Γαλαάδ.

5καὶ ἀπέθανεν Ἰαείρ, καὶ ἐτάφη ἐν Ῥαμνών.

6Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλεὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἄμμων καὶ τοῖς θεοῖς Φυλιστιείμ· καὶ ἐνκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.

7καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ἰαραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιεὶμ καὶ ἐν χειρὶ υἱῶν Ἄμμων.

8καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρεὶ τοῦ ἐν Γαλαὰδ.

9καὶ διέβησαν οἱ υἱοὶ Ἄμμων τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμεὶν καὶ πρὸς Ἐφράιμ· καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα.

10καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐνκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλείμ.

11καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ Μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιεὶμ

12καὶ Σιδωνίων καὶ Ἀμολὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρὸς μέ, κοὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν;

13καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.

14προεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.

15καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

16καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.

17Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἄμμων· καὶ παρενέβαλον ἐν Γαλαάδ, καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ.

18καὶ καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ὁ ἀνὴρ ἅλ’ ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἄμμων, καὶ ἔσται εἰς πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ;

Abrir Jueces 10 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario