Jueces 12

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Jueces 12 en hebreo y español.

1βορρᾶν καὶ εἶπον πρὸς Ιεφθάε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἄμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκον σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.

2καὶ εἶπεν Ἰεφθάε πρὸς αὐτούς Ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Ἄμμων σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.

3καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἄμμων, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί,.

4καὶ συνέστρεψεν Ἰεφθάε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῶ Ἐφράιμ· καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφράιμ, ὅτι εἶπον οἱ διασωζόμενοι τοῦ Ἐφράιμ γμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφράιμ καὶ ἐν μέσῳ τοῦ Μανασσή.

5καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφράιμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφράιμ Διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ Μὴ Ἐφραθείτης εἶ; καὶ εἶπεν οὔ.

6καὶ εἶπαν αὐτῷ εἰπὸν δή Στάχυς. καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως, καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφράιμ τεσσεράκοντα δύο χιλιάδες.

7Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἑξήκοντα ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδείτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλαάδ.

8Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραὴλ Ἀβαισὰν ἀπὸ Βαιθλέεμ.

9καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.

10καὶ ἀπέθανεν Ἀβαισάν. καὶ ἐτάφη ἐν Βαιθλέεμ.

11Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνείτης δέκα ἔτη.

12καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνείτης, καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῆ Ζαβουλών.

13Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείτης.

14καὶ ἦσαν αὐτῷ τεσσεράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοί, ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.

15καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείης, καὶ ἐτάφη ἐν Φαραθὼμ ἐν γῇ Ἐφράιμ ἐν ὄρει τοῦ Ἀμαλήκ.

Abrir Jueces 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario