Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Jueces 15 en hebreo y español.
1καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν, καὶ εἶπεν Εἰσελεύομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν.
2καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ; ἴστω δή σοι ἀντὶ αὔης.
3καὶ εἶπεν αὐτοῖς Σαμψών Ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ’ αὐτῶν πονηρίαν.
4καὶ ἐπορεύθη Σαμὼν καὶ συνέλαβεν τριακοσίας ἀλώπηκας, καὶ ἔλαβεν λαμπάδας, καὶ ἐπέστρεψεν πρὸς κέρκον, καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο καὶ ἔδησεν.
5καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν, καὶ ἑ ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων· καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
6καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνεί, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.
7καὶ εἶπεν αὐτοῖς ποιήσητε οὕτως ταύτην, ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν, καὶ ἔσχατον κοπάσω.
8καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρόν, πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλτᾷ τῆς πέτρας Ἠτάμ.
9Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ, καὶ ἐξερίφησαν ἐν Λεύει.
10καὶ εἶπαν ἀνὴρ Ἰούδα Εἰς τί ἀνέβητε ἐφ’ ἡμὰς; καὶ εἶπον οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
11καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ἰούδα εἰς τρυμαλιὰν πέτρας Ἠτάμ, καὶ εἶπαν τῷ Οὐκ οἶδας ὅτι κυριεύσουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς.
12καὶ εἶπαν αὐτῷ Δῆσαί σε κατέβημεν, τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών Ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.
13καὶ εἶπον αὐτῷ λέγοντες Οὐχί, ὅτι ἁλλ’ ἢ δεσμῷ δήσομεν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν, καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις κοινοῖς, καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.
14καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.
15καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην, καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ κοὶ ἔλαβεν αὐτήν, καὶ ἐπάταξεν ἐν οὐτῇ χιλίους ἄνδρας.
16καὶ εἶπεν Σαμψών Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν τῆ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
17καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.
18καὶ ἐδίψησεν σφόδρα, καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν Σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, κοὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριαὶ ἀπεριτμήτων.
19καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ Σιαγόνι καὶ αὐτοῦ ὕδωρ· καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σεαγόνι, ἕως τῆς ἡμέρας ταύτης.
20καὶ τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη. Καὶ
Abrir Jueces 15 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario