Jueces 17

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Jueces 17 en hebreo y español.

1Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφράιμ, καὶ ὄνομα αὐτῷ Μειχαίας.

2καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατὸν οὓς ἔλαβες ἀργυρίου τῇ, καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ’ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ.

3καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῆ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἀγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοι αὐτό.

4καὶ ἁ ἀργύριον τῆ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μειχαία.

5καὶ ὁ οἶκος Μειχαία αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφείν, καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.

6ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

7Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλέεμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευείτης· καὶ οὗτος παρῴκει ἐκεῖ.

8καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλέεμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφράιμ καὶ ἕως οἴκου Μειχαία, τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.

9καὶ εἶπεν αὐτῷ Μειχαίας Πόθεν ἔρχῃ ; καὶ εἶπεν πρὸς αὐτόν Λευείτης εἰμὶ ἀπὸ Βαιθλέεμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.

10καὶ εἶπεν αὐτῷ Μειχαίας Κάθου μετ’ ἐμοῦ, καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου.

11καὶ ἐπορεύθη ὁ Λευείτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί· καὶ ἐγενήθη ὁ νεανίας παρ’ αὐτῷ ὡς εἰς ἀπὸ υἱῶν αὐτοῦ.

12καὶ ἐπλήρωσεν Μειχαίας τήν καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα· καὶ ἐγένετο ἐν οἴκῳ Μειχαία.

13καὶ εἶπεν Μειχαίας νῦν ἔγνων ὅτι ἀγαθυνεὶ Κύριος ἐμοί, ὅτι ἐγένετό μοι ὁ Λευείτης εἰς ἱερέα.

Abrir Jueces 17 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario