Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Malaquías en hebreo y español.
1διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὁὡς κλίβανος, καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἐρχομένη, λέγει Κύριος Γαντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν όίζα οὐδὲ κλῆμα.
2καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς οπτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.
3καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος Παντοκράτωρ.
4Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖλ ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ,
5ὸς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῖῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.
6Μνήσθητε νόμου Μωσῇ τοὺ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Κωρὴβ πρὸς πάντα τὸν Ἰσραήλ, προστάγματα καὶ δικαιώματα.
Abrir Malaquías 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario