1 Macabeos 15

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων καὶ παντὶ τῷ ἔθνει.Y envió Antíoco, hijo del rey Demetrio, cartas desde las islas del mar a Simón, sacerdote y etnarca de los judíos, y a toda la nación.

2καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ἰουδαίων χαίρειν.Y decían de esta manera: «El rey Antíoco a Simón, gran sacerdote y etnarca, y a la nación de los judíos: salud.

3ἐπειδή τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βουλεύομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπαως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον· ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά·Puesto que unos hombres pestilentes se han apoderado del reino de nuestros padres, y yo me propongo reivindicar el reino para restablecerlo como estaba antes, he reclutado una multitud de tropas y he equipado naves de guerra;

4βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλεία·y quiero desembarcar en el país para perseguir a los que han arruinado nuestra tierra y han devastado muchas ciudades del reino.

5νῦν οὗν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα ἀφαιρέματα ἀφῆκάν σοιAhora, pues, te confirmo todas las exenciones que te concedieron los reyes anteriores a mí, y cuantas otras franquicias te concedieron,

6ποιῆσαι κόμμα ἴδιον νόμισμα τῆς χώρας σου·y te permito acuñar moneda propia para tu país;

7Ἰερουσαλὴμ δέ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὅν κρατεῖς, μενέτω σοι.y que Jerusalén y el santuario sean libres; y todas las armas que has fabricado, y las fortalezas que has edificado y tienes en tu poder, queden tuyas.

8καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικά, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον, ἀφιέσθω σοι.Y toda deuda con el rey, y las que hubiere en adelante, desde ahora y para todo tiempo, te sea perdonada.

9ὡς δʼ ἃν καταστήσωμεν τὴν βασιλείαν ἡμῶν, δοξάσωμέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ ῆ.Y cuando hayamos afianzado nuestro reino, te glorificaremos a ti y a tu nación y al templo con gran gloria, de modo que vuestra gloria se haga manifiesta en toda la tierra.»

10Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ὥστε ὀλίγους εἶναι σὺν Τρύφωνι.El año ciento setenta y cuatro salió Antíoco hacia la tierra de sus padres, y se le unieron todas las tropas, de modo que pocos quedaron con Trifón.

11καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθεν εἰς Δωρὰ φεύγων τὴν ἐπὶ τὴν θάλασσαν.Y lo persiguió el rey Antíoco, y llegó huyendo a Dora, la que está sobre el mar,

12ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπʼ αὐτὸν κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.porque sabía que se le habían acumulado desgracias, y las tropas lo habían abandonado.

13καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρά, καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος.Y acampó Antíoco contra Dora, y con él ciento veinte mil hombres de guerra y ocho mil de caballería.

14καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν· καὶ συνέθλιβεν τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.Y rodeó la ciudad, y las naves cerraron desde el mar; y apretaba la ciudad por tierra y por mar, y no dejaba a nadie salir ni entrar.

15Καὶ ἦλθεν Νουμήνιος καὶ οἱ παρʼ αὐτοῦ ἐκ Ῥώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδεY llegó Numenio y los suyos de Roma con cartas para los reyes y los países, en las cuales estaba escrito esto:

16Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.«Lucio, cónsul de los romanos, al rey Tolomeo: salud.

17οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθαν πρὸς ἡμᾶς φίλοι ἡμῶν καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν ακὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ἰουδαίων·Los embajadores de los judíos vinieron a nosotros como amigos y aliados nuestros, a renovar la amistad y la alianza de antiguo, enviados por Simón el sumo sacerdote y por el pueblo de los judíos;

18ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν πεντακισχιλίων.y trajeron un escudo de oro de mil minas.

19ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακά, καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὰς χώρας αὐτῶν, καὶ ἵνα μὴ συμμαχῶσιν τοῖς πολεμοῦσιν αὐτοὺς.Nos ha parecido bien, pues, escribir a los reyes y a los países que no procuren su daño, ni les hagan guerra a ellos ni a sus ciudades ni a sus tierras, y que no se alíen con los que les hagan guerra.

20ἔδοξεν δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρʼ αὐτῶν.Y nos ha parecido bien aceptar de ellos el escudo.

21εἴ τινες οὗν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς τῷ Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσει αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν.Si, pues, algunos hombres pestilentes han huido de su país a vosotros, entregadlos a Simón el sumo sacerdote, para que los castigue conforme a su ley.»

22καὶ ταὐτὰ ἔγραψεν Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ καὶ Ἀράθῃ καὶ Ἀρσάκῃ,Y lo mismo escribió al rey Demetrio y a Átalo y a Ariarates y a Arsaces,

23καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον καὶ εἰς Μύνδον καὶ εἰς Σικυῶνα καὶ εἰς τὴν Καρίδα καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ Λυκίαν καὶ εἰς Ἀλικαρνασσὸν καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ εἰς Ῥόδον καὶ εἰς τὴν Φασήλιδα καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην.y a todos los países, y a Sámpsames, y a los espartanos, y a Delos y a Mindos y a Sición y a Caria y a Samos y a Panfilia y a Licia y a Halicarnaso y a Cos y a Side y a Arado y a Rodas y a Faselis y a Gortina y a Cnido y a Chipre y a Cirene.

24τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψεν Σίμωνι τῷ ἀρχιερεῖ.Y la copia de estas cartas la escribieron a Simón el sumo sacerdote.

25Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρὰ ἐν τῇ δευτέρᾳ, προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισεν τὸν Τρὺφωνα τοῦ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαιY el rey Antíoco acampó contra Dora por segunda vez, acosándola sin cesar y construyendo máquinas, y encerró a Trifón de modo que no pudiera entrar ni salir.

26καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά.Y le envió Simón dos mil hombres escogidos para ayudarle, y plata y oro y pertrechos en abundancia.

27καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλὰ ἠθέτησεν πάντα ὅσα ἐσυνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.Y él no quiso recibirlos, sino que anuló todo cuanto antes había pactado con él, y se le hizo extraño.

28καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ, λέγων Ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζαρηνῶν καὶ τῆς ἄκρας ἐν Ἰερουσαλήμ, πόλεις τῆς βασιλείας μου.Y le envió a Atenobio, uno de sus amigos, para tratar con él, diciéndole: «Vosotros retenéis a Jope y a Gazara y a la ciudadela de Jerusalén, ciudades de mi reino.

29τὰ ὅρια αὐτῶν ἠρημώσατε, καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς, καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.Habéis devastado sus territorios, y habéis hecho un gran estrago en el país, y os habéis enseñoreado de muchos lugares de mi reino.

30νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε, τῶν ὁρίων τῶν ἐκ τῆς Ἰουδαίας.Ahora, pues, entregad las ciudades que habéis tomado y los tributos de los lugares de que os habéis apoderado fuera de las fronteras de Judea;

31εἰ δὲ μή, δότε ἀντʼ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου, καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δέ μή, παραγενόμενοι ἐκπολεμήσουσιν ὑμᾶς.y si no, dad en su lugar quinientos talentos de plata, y por la destrucción que habéis causado y por los tributos de las ciudades, otros quinientos talentos; y si no, iremos y os haremos la guerra.»

32Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἰερουσαλήμ, καὶ εἶδεν τὴν δόξαν Σίμωνος καὶ κυλίκιον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν· καὶ ἐξιστάτο, καὶ ἀπήγγειλεν αὐτοῖς τοὺς λόγους τοῦ βασιλέως.Y llegó Atenobio, amigo del rey, a Jerusalén, y vio la gloria de Simón, y el aparador con vajilla de oro y de plata, y un séquito considerable; y quedó atónito, y les comunicó las palabras del rey.

33καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ Οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὕτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν· ὑπὸ δέ ἐχθρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήθη.Y respondiendo Simón le dijo: «Ni hemos tomado tierra ajena, ni nos hemos apoderado de lo ajeno, sino de la heredad de nuestros padres, de la cual nuestros enemigos se apoderaron injustamente en cierto tiempo.

34ἡμεῖς δέ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν.Y nosotros, teniendo la ocasión, recobramos la heredad de nuestros padres.

35περὶ δὲ Ἰόππης καὶ Γαζαρηνῶν αἰτεῖς· αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τῇ γῇ ἡμῶν· τούτων δώσομεν τάλαντα ἑκατόν. καὶ υὐκ ἀπεκρίθη αὐτῷ λόγον.Y en cuanto a Jope y Gazara, que reclamas: estas hacían gran daño al pueblo y a nuestra tierra; por ellas daremos cien talentos.» Y no le respondió ni una palabra.

36ἀπέστρεψεν δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σίμωνος καὶ πάντα ὅσα εἶδεν· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην.Y volvió con furor al rey, y le comunicó estas palabras y la gloria de Simón y todo cuanto había visto; y se encolerizó el rey con gran cólera.

37Γρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσίαν.Y Trifón, embarcándose en una nave, huyó a Ortosia.

38καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον ἐπιστράτηγον τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ.Y puso el rey a Cendebeo por comandante de la costa, y le dio tropas de infantería y de caballería.

39καὶ ἐνετείλατο αὐτῷ παρεμβάλλειν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν καὶ ὀχυρῶσαι τὰς πόλεις, καὶ ὅπως πολεμῇ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.Y le mandó acampar frente a Judea, y le mandó edificar Cedrón y fortificar las ciudades, y hacer la guerra al pueblo; y el rey perseguía a Trifón.

40καὶ παρεγενήθη Κεωδεβαῖος εἰς Ἰαμνείαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν.Y llegó Cendebeo a Jamnia, y comenzó a hostigar al pueblo y a invadir Judea, y a hacer cautivo al pueblo y a matarlo.

41καὶ ᾠκοδόμησεν τὴν Κεδρὼν· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς.Y edificó Cedrón, y puso allí jinetes y tropas para que salieran y recorrieran los caminos de Judea, según le había mandado el rey.

Abrir 1 Macabeos 15 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario