Septuaginta · texto en griego
1Καὶ ἐβουλεύσατο Δαυεὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ·
2καὶ εἶπεν Δαυεὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ Εἰ ἐφʼ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου θεοῦ ἡμῶν εὐωδώθη, ἀποστεί λωμεν πρὸς τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ὑπολελειμμένους ἐυ πάσῃ γῇ Ἰσραήλ, καὶ μετʼ αὐτῶν οἱ ἱερεῖς οἱ Λευεῖται ἐν πόλεσιν κατασχέσεαως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς,
3καὶ μετενέγκαομεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφʼ ἡμὲρῶν Σαούλ.
4καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ.
5καὶ ἐκκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ἰαρείμ.
6καὶ ἀνήγαγεν αὐτὴν Δαυείδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυείδ, ἡ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ Κυρίου καθημένου ἐπκὶ χερουβεὶν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ.
7καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἄμαξαν καινὴν ἐξ οἵκου Ἀμειναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἄμαξαν.
8καὶ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπαάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.
9καὶ ἤλθοσαν ἕως τῆς ἄλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, καὶ ἐξέκλινεν αὐτὴν ὁ μόσχος.
10καὶ ἐθυμώθη Κύριος ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν· καὶ ἀπέθανεν εκει απεναντι του θεου.
11καὶ ἠθύμησεν Δαυεὶδ ὅτι διέκοψεν Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζᾶ ἕως τῆς ἡμέρας ταύτης.
12καὶ ἐφοβήθη Δαυεὶδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ θεοῦ πρὸς ἐμαυτόν;
13καὶ οὐκ ἀπέστρεψεν Δαυεὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυείδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.
14καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Ἀδεδδαρὰμ καὶ πάντα τὰ αὐτοῦ.
Abrir 1 Paralipómenos 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario