1 Paralipómenos 14

Septuaginta · texto en griego

1Καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

2καὶ ἔγνω Δαυεὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

3Καὶ ἰλαβεν Δαυεὶδ ἔτι γυναῖκας ἐν Ἰερουσαλήμ· καὶ ἐτέχθησαν Δαυεὶδ ἔτι υἱρὶ καὶ θυγατέρες.

4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ἰερουσαλήμ· Σαμάα, Ἰσοβοάμ, Νάθαν, Σαλωμὼν

5καὶ Βαὰρ καὶ Ἐκτᾶε καὶ Ἐλειφάλεθ

6καὶ Νάγεθ καὶ Νάφαθ καὶ Ἰανουοὺ

7καὶ Ἐλεισαμάε καὶ Βαλεγδᾶε καὶ Ἐμφάλετ.

8Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυεὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυείδ· καὶ ἤκουσεν Δαυείδ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.

9καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

10καὶ ἠρώτησεν Δαυεὶδ διὰ τοῦ θεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ Κύριος Ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

11καὶ ἀνέβη εἰς Φααλφαθισείμ, καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυείδ· καὶ εἶπεν Δαυείδ Διέκοψεν τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὔδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρισἰν.

12καὶ ἐνκατέλιπον τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυεὶδ κατακαῦσαι ἐν πυρί.

13καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

14καὶ ἠρώτησεν Δαυεὶδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ ὁ θεός Οὐ πορεύσῃ ὀπίσω οὐτων· ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων.

15καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συνσεισμοῦ αὐτῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

16καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός, καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γάζαρα.

17καὶ ἐγένετο ὄνομα Δαυεὶδ ἐν πάσῃ τῇ γῆ, καὶ Κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

Abrir 1 Paralipómenos 14 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario