Septuaginta · texto en griego
1Εἰς διαιρέσεις τῶν πυλῶν υὰρὶ Κορεείμ· Μοσολαὴλ υἱὸς Κωρή· ἐκ τῶν υἱῶν Ἀβιά, Σαφάρ.
2καὶ τὴν Μοσαληὰ υἱοῦ Ζαχαρίου ὁ πρωτότοκος Ἰδερήλ, Ζαχαρίας. Ἰενουήλ,
3Ἰωλάμ, Ἰωνᾶς, Ἐλιωναὶς ὁ δ)δομος.
4καὶ τῷ Ἀβδοδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβάθ, Ἰωάθ,Σωχάρ, Ναός, Ἰειήλ,
5Ἀμειήλ, Ἰσσαχὰρ, Ἰαφθοσλααθί· ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός.
6καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ῥωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἥσαν.
7υἱοὶ Σάμαί· Γοονεὶ καὶ καὶ Ωβὴδ καὶ Ἐληζαβὰθ καὶ Ἀχιούδ, υἱοὶ δυνατοί, Ἐννοὺ καὶ Σαβχειὰ καὶ Ἰσβακώμ.
8πάντες ἀπὸ τῶν υἱῶν Ἀβδοδόμ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδοδόμ.
9καὶ τῷ Μοσομαμεὶδ υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί.
10καὶ τῷ Ἰοσσὰ τῶν υἱῶν Μερραρεὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἣν πρωτότοκος· καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας.
11Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ἰοσσὰ τρισκαίδεκα.
12γούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὰς οἴ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
13καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατʼ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
14καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμειὰ καὶ Ζαχαριά, υἱοὶ Σωάζ· τῷ Μελχειὰ ἔβαλον κλήρους. καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ·
15τῷ Ἀβδοδὸμ νότον κατέναντι οἵκου ἐσεφείν·
16εἰς δεύτερον τῷ Ἰοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.
17πρὸς ἀνατολὰς ἔξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες. νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ ἐσεφεὶν δύο
18εἰς διαδεχομένους, καὶ τῷ Ἰοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην τοῦ παστοφορίου τρεῖς. φυλακὴ κατέναντι φυλακῆς τῆς ἀναβάσεως πρὸς ἀνατολὰς τῆς ἡμέρας ἔξ, καὶ τῷ βορῶ τέσσαρες, κοί τῳ νότῳ τέσσαρες. καὶ ἐσεφεὶμ δύο εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους.
19αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Καὰθ καὶ τοῖς Μερραρεί.
20καὶ οἱ Λευεῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων.
21υἱοὶ Καδὰν οὗτοι, Ιηρσωνεί· τῷ Λάδαν καὶ Ἰαιεὴλ τοῦ Ἰού· υἱοὶ Ἰειὴλ ἄρχοντες πατριῶν τῷ Λάδαν· τῷ Γηρσωνεὶ Ἰειήλ.
22υἱοὶ Ἰειὴλ Σεθὸμ καὶ Ἰωήλ οἱ ἀδελφοί, ἐπὶ τῶν θησαυρῶν οἵκου Κυρίου.
23τῷ Ἀμβρὰμ καὶ Ἰσσάαρ Χεβρὼν καὶ ζειήλ.
24καὶ Ἰωήλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωσῇ ἐπὶ τῶν θησαυρῶν.
25καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ἐλιέζερ Ῥαβίας υἱὸς καὶ Ὠσαίας καὶ Ἰωρὰμ καὶ Ζεχρεὶ καὶ Σαλωμώθ.
26αὸτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως·
27ἅ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπʼ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ·
28καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κεὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουιά, πᾶν ὁ ἡγίασεν διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
29τῷ Ἰσσαρεὶ Κωνενειὰ καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
30τῷ Κεβρωνεὶ Ἀσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ δυνατοί, χίλμωι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
31τοῦ Κεβρωνεὶ Γουδείας ὁ ἄρχων τῶν Κεβρωνεί, κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσερακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ῥιαζὴρ τῆς Γαλααδείτιδος.
32καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ οἱ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες πατριῶν· καὶ κατεστησεν αὐτοὺς Δαυεὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ῥουβηνεὶ καὶ Γαδδεὶ καὶ ἡμίσους φυλῆς Μανασσὴ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.
Abrir 1 Paralipómenos 26 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario