Septuaginta · texto en griego
1Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατʼ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἵκοσι καὶ τέσσαρες χιλιάδες.
2καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Σοβὰ ὁ τοῦ Ζαβδειήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἵκοσι καὶ τέσσαρες χιλιάδες.
3ἀπὸ τῶν υἱῶν Φάρες ἄρχων πάντων τῶν ἀρχόντων τῆ δυνάμεαος τοῦ μηνὸς τοῦ πρώτου.
4καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸ τοῦ δευτέρου Δωδειὰ ὁ Ἐκχώχ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.
5ὁ τρίτος τὸν μῆνα τὸ τρίτον Βαναίας ὁ τοῦ Ἰωδᾶε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
6αὐτὸς Βαναίας δυνατώτερο τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Λαιβαζὰθ υἱὸς αὐτοῦ. ⁷ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀβδεἰας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.
8ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαλαὼθ ὁ Ἐσρᾶε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.
9ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκὴς ὁ εκωνείτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
10ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Κέσλης ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.
11ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ ὁ Ἰσαθεὶ τῷ Ζαριά, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.
12ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ἐξ Ἀναθὰθ ἐκ γῆς ενιαμείν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.
13ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετουφὰτ τῷ Ζαρεί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
14ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
15ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Κολδειὰ ὁ ἐκ Νετωφατεὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
16Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ, τῶν Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρεί· τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μαχά·
17τῷ Λευεὶ Ἀσαβίας ὁ τοῦ Σαμουὴλ· τῷ Ἀαρὼν Σαδώκ·
18τῷ Ἰούδα Ἐλιὰβ τῶν ἀδελφῶν Δαυείδ· τῷ Ἰσσαχὰρ Ἀμβρεὶ ὁ τοῦ Μεισαῆλ·
19τῷ Σαβουλὼν Σαμαίας ὁ τοῦ Ἀβδειού· τῷ Νεφθαλεὶ Ἐρειμὼθ ὁ τοῦ Ἐσρειήλ·
20τῷ Ἐφράιμ Ὡσὴ ὁ τοῦ Ὀζειού· τῷ ἡμίσει φυλῆς Μανασσὴ Ἰωήλ ὁ τοῦ Φαλαδαιά·
21τῷ ἡμίσει φυλῆς Μανασσὴ τῶν ἐν τῆ Γαλαὸβ Ἰαδδαὶ ὁ τοῦ Σαβδειού· τοῖς υἱοῖς Βενιαμεὶν Ἀσειὴρ ὁ τοῦ Ἀβεννήρ·
22τῷ Δὰν Ἀζαραὴλ ὁ τοῦ Ἰωράμ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.
23καὶ οὐκ ἔλαβεν Δαυεὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι Κύριος εἶπεν πληθῦναι τὸν Ἰσραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
24καὶ Ἰωὰβ ὁ τοῦ Σαρουιὰ ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ, καὶ οὐ συνετέλεσεν· καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυείδ.
25καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ 2διήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωναθὰν ὁ τοῦ Οζειού.
26ἐπ ὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρεὶ ὁ τοῦ Χοβούδ.
27καὶ ἐπὶ τῶν χωρίων Σεμεεὶ ὁ ἐκ Ῥαήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χαορίοις τοῦ οἴνου Ζαχρεὶ ὁ τοῦ Σεφνεί.
28καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανᾶς ὁ Γεδωρείτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς.
29καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσειδὼν Ἀσαρταὶς ὁ Σαρωνείτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλώσιν Σωρὰν ὁ τοῦ Αδαι.
30ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ ἐπὶ δὲ τῶν ὄοων Ἰαδίας ὁ ἐκ Μεραθών.
31καὶ ἐπὶ τῶν προβάτων Ἰαζεὶζ ὁ Γαρείτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυεὶδ τοῦ βασιλέως.
32Καὶ Ἰωναθὰν ὁ πατράδελφος Δαυεὶδ σύμβουλος, ἄνθρωπος συνετός· καὶἸεὴλ ὁ τοῦ Ἀχαμεὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως.
33ʼΑχειτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Κουσεὶ ὁ πρῶιος φίλος τοῦ βασιλέως.
34καὶ μετὰ τοῦτον Ἀχειτόφελ ἐχόμενος Ἰωδᾶε ὁ τοῦ Βαναίου καὶ Ἀβιάθαρ· καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.
Abrir 1 Paralipómenos 27 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario