2 Paralipómenos 10

Septuaginta · texto en griego

1Καὶ ἤλθεν Ῥοβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.

2καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατήκησεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ, καὶ ἀπέστρεψεν Ἰεροβοὰμ ἐξ Αἰγύπτου.

3καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν αὐτόν· καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ἥλθον πρὸς Ῥοβοὰμ λέγοντες

4Ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὖ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι.

5καὶ εἶπευ αὐτοῖς ορεύεσθε ἕως τριῶν ἡμερῶν, καὶ ἔρχεσθε πρὸς μέ· καὶ ἀπῆλθεν ὁ λαός.

6καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων, Πῶς ὑμεῖς βούλεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;

7καὶ ἐλάλησαν αὐτῷ λέγοντες Ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ, καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τοὰς ἡμέρας.

8καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων ο συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφένταων μετ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.

9καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς βούλεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἵ ἐλάλησαν πρὸς μέ λέγοντες Ἄνες ἀπὸ τοῦ ζυγοῦ οὖ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς;

10καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ Οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σέ λέγων Ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφʼ ἡμῶν, οὕτως ἐρεῖς Ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου.

11καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ παιδεύσααν ὑμᾶς ἐν σκορπίοις.

12καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμἐρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων Ἐπιστρέψατε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ.

13καὶ ἀπεκρίθη ὁ βασθλεὺς σκληρά, καὶ ἐνκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων,

14καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ ἐγὼ προσθήσω ἐπʼ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

15καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγω Ἀνέστησεν Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχειὰ τοῦ Σηλωνείτου περὶ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ

16καὶ παντὸς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων Τίς ἡμῶν μερὶς ἐν Δαυεὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυείδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.

17καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα καὶ ἐθάσι λευσεν ἐπʼ αὐτῶν Ἰεροβοάμ.

18καὶ ἀπέστειλεν ἐπʼ αὐτοὺς Ῥοβοὰμ τὸν Ἀδωνειρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν οἱ υἱοὶ Ἰσραὴλ αὐτὸν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ἰεροβοὰμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ὅρμα τοῦ φυγεῖν εἰς Ἰερουσαλήμ.

19καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυεὶδ ἕως τῆς ἡμέρας ταύτης.

Abrir 2 Paralipómenos 10 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario