Septuaginta · texto en griego
1Καὶ ἤλθεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ἐξεκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμείν, ἑκατὸν ὀγδοήκοντα χιλιάδες νεανίσκων ποιοὐνταων πόλεμον· καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ.
2καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων 3Εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμεὶν λέγων
4Τάδε λέγει Κύριος Οὐκ ἀναθήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἰεροβοάμ.
5καὶ κατήκησεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ.
6καὶ ᾠκοδόμησεν τὴν Βαιθσέεμ καὶ Ἀπὰν καὶ εκῶῶε,
7καὶ Βαιθσουρὰ καὶ τὴν Σοκχὼθ καὶ τὴν Οδολάμ,
8καὶ τὴν Γὲθ καὶ τὴν Μαρεισὰν καὶ τὴν Σείββ,
9καὶ τὴν Ἀδωραὶ καὶ ΔΛαχεὶς καὶ τὴν Ἀζηκὰ,
10καὶ τὴν Σαραὰ καὶ τὴν Ἀλδὼν καὶ τὴν Χεβρὼν ἥ ἐστιν τοῦ Ἰούδα καὶ Βενιαμείν, πόλεις τειχήρεις.
11καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐτοῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,
12κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἤσαν αὐτῷ Ἰουδὰ καὶ Βενιαμείν.
13καὶ οἱ Λευεῖται καὶ οἱ ἱερεῖς οἱ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·
14ὅτι ἐνκατέλιπον οἱ Λευεῖται τὰ σκηνάματα τῆς κατασχέσεαως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰουδἀ εἰς Ἰερουσαλήμ, ὅτι ἐξέβαλλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ.
15καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἰεροβοάμ· ¹⁶καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἵ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον θεὸν Ἰσραήλ, καὶ ἥλθον εἰς Ἰερουσαλὴμ θῦσαι Κυρίῳ θεῷ τῶν τέρων αὐτῶν.
17καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα· καὶ κατίσχυσεν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυεὶδ καὶ Σαλωμὼν ἔτη τρία.
18καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἰεριμοὺθ υἱοῦ Δαυείδ, Βαίαν θυγατέρα Ἐλιὰν τοῦ Ἰεσσαί.
19καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺθ καὶ τὸν Σαμαρίαν καὶ τὸν Ῥοολλάμ.
20καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰεθθεὶ καὶ τὸν Ζειζὰ καὶ τὸν Ἐμμώθ.
21καὶ ἠγάπησεν Ῥοβοὰμ τὴν Μαάχαν θυγατέρα Ἀβεσσαλὼμ ὑπέρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἰχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἐξήκοντα.
22καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασλεῦσαι διενοεῖτο αὐτόν.
23καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμεὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς, καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολύ, καὶ ήτήσατο πλῆθος γυναικῶν.
Abrir 2 Paralipómenos 11 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario