Septuaginta · texto en griego
1Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς κατεκρατήθη, ἐνκατέλιπεν τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ.
2καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰ γύπτου ἐπὶ Ἰερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,
3ἐν χιλίοις καὶ διακοσίοις ἄρμασιν καὶ ἐξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετʼ αὐτοῦ ἐξ Αἰγύπτου, Λἰβυες, Γρωγλοδύται καὶ Αἰθίοπες.
4καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχ υρῶν αἱ ἤσαν ἐν Ἰούδᾳ· καὶ ἤλθεν εἰς Ἰερουσαλήμ.
5καὶ Σαμαίας ὁ προφήτης ἦλθεν πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου Σουσακεὶμ καὶ εἶπεν αὐτοῖς Οὕτως εἰπεν Κύριος Ὑμεῖς ἐνκατελίπετέ με, κἀγὼ ἐνκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακείμ.
6καὶ ήσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεύς, καὶ εἶπαν Δίκαιος ὁ κύριος.
7καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων Ἐνετράπησαν· οὐ καταφθερῶ αὐτούς, καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἰερουσαλήμ,
8ὅτι ἔσονται εἰς παῖδας, καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
9καὶ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμών.
10καὶ ἐποίησεν Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντʼ αὐτῶν· καὶ κατέστησεν ἐπʼ αὐτὸν Σουσακεὶμ ἄρχοντας παρατρεχόνταων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.
11καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
12καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἔσαν λόγοι ἀγαθοί
13καὶ κατίσχυσεν Ῥοβοὰμ ἐν Ἰερουσαλὴμ καὶ ἐβασίλευσεν· καὶ τεσσεράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ ἑπτὰ καὶ δέκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, ἐν τῇ πόλει ἦ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανεῖτις.
14καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.
15καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀθὰ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ῥοβοὰμ τὸν Ἰεροβοὰμ πάσας τὰς ἡμέρας.
16καὶ ἀπέθανεν Ῥοβοὰμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Abrir 2 Paralipómenos 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario