Septuaginta · texto en griego
1Καὶ ἐγένετο λιμὸς ἐν ἐν ταῖς ἡμέραις Δαυεὶδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυεὶδ τὸ πρόσωπον τοῦ κυρίου· καὶ εἶπεν Κύριος Ἐπὶ Σαοὴλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ πὸ αὐτὸν θανάτῳ αἰμάτων, περὶ οὖ ἐθανάτωσεν τοῦς Γαβαωνείτας.
2καὶ ἐκάλεσεν ὁ βασιεὺς Δαυεὶδ τοῦς Γαβαωνείτας καὶ εἶπεν πρὸς αὐτούς· καὶ οἱ Γαβαωνεῖται οὐχ υἱοὶ Ἰσραήλ εεἰσιν, ὅτι ἀλλ’ ἣ ἐκ τοῦ αἴματος τοῦ Ἀμορραίου, καὶ οἱ υἱοὶ Ἱσραὴλ ὤωοσαν αὐτοῖς· καὶ ἐζήτησεν Σαοὺλ πατάξαι αὐτοὸς ἐν τῷ ξηλῶσαι αὐτὸν τοὺς υίοὺς Ἰσραήλ καὶ Ἰούδα·
3καὶ εἶπεν Δαυεὶδ πρὸς τοῦς Γαβαωνείτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσωμαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου;
4καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνεῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαοὶλ καὶ μετὰ τοῦ οἴκου αὐτοὺ, καὶ οἰκ ἔστιν ἡμῖν ἀνὴρ θαντῶσαι ἐν Ἰσραήλ. καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν;
5καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἠμᾶς· ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἐστάναι αὐτὸν ἐν παυτὶ ἐρίῳ Ἰσραήλ.
6δότω ἡμῖν ἐπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὸς τῷ κυρίῳ ἐν Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν ὁ βασιλεὺς Ἐγὼ δώσω.
7καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβόσθε υἱὸν Ἰωναθὰν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Δαυεὶδ καὶ ἀνὰ μ΄σον Ἰωυαθὰν υἱοῦ Σαούλ
8καὶ ἔκαβεν ὁ βασιλεὺς τοῦς δύο υἱοῦς ‘Ρεσφὰ θυγατρὸς Αἰὰ οὕς ἔτεκεν τῷ Σαούλ, τὸν Ἐρμωνοεὶ καὶ τὸν τὸν Μεμφιβόσθε, καὶ τοὺς πέντε υίοὺς Μιχὸλ θυγατρὸς Σαοὺλ οὓς ἔτεκεν τῷ Σερεὶ υἱῷ Βερζελλεὶ τῷ Μωουλαθεί,
9καὶ ἔδωκεν αὐτούς ἐν χειρὶ τῶν Γαβαωνειτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἐπτὰ αὐτοὶ ἑπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέεραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθὼν.
10καὶ ἔλαβεν ῥεσφὰ θυγάτηρ Αἰὰ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἔως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἐδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.
11καὶ ἀπηγγέλη τῷ Δαυεὶδ ὅσα ἐποίησεν Ῥεσφὰ θυγάτηρ Αἰὰ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπολλόνων τῶν γιγάντων.
12καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβεὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοῦς ἐκ τῆς πλατείας Βαίθ, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβοῦε.
13καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ, καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων.
14καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων τῶν ἐν γῇ Βενιαμεὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κεὶς τοῦ πατρὸς αὐτοῦ· καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς, καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα.
15Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυεὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπορεύθη Δαυείδ.
16καὶ Ἰεσβὶ ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκῇ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο πατάξαι τὸν Δαυείδ.
17καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυεὶδ λέγοντες Οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ.
18Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξεν Ὀεβοχὰ ὁ Ἁστατωθεὶ τὸν Σὲφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά.
19καὶ ἐγένετο ὁ πόλεμος ἐν Ῥὸμ μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργεὶμ ὁ βαιθλεεμμείτης τὸν Γοδολίαν τὸν Χετταῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
20καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ· καὶ ἦν ἀνὴρ Μαδών. καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶμ ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες ἀριθμῷ· καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφά.
21καὶ ὠνείδισεν τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωναθὰν υἱὸς Σεμεεὶ ἀδελφοῦ Δαυείδ.
22οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυεὶδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.
Abrir 2 Reinos 21 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario