Septuaginta · texto en griego
1Καὶ ἦν ὁ βασιλεὺς Σαλωμῶν βασιλεύων ἐπὶ Ἰσραήλ.
2καὶ οὖτοι ἄρχοντες οἵ ἦσαν αὐτοῦ· Ἀζαρεὶ υἱὸς Σαδώκ,
3καὶ Ἐλιὰφ καὶ Ἀχειὰ υἱὸς Σαβὰ γραμματεῖς, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλιαδ ὑπομιμνήσκων,
4καὶ Σαδοὺχ καὶ Ἀβιαθὰρ ἱερεῖς,
5καὶ Ὀρνειὰ υἱὸς Ναθὰν ἐπὶ τῶν καθεσταμένων, καὶ Ζαβοὺθ υἱὸς ναθὰν ἑταῖρος τοῦ βασιλέως,
6καὶ Ἀχεὶ ἦν οἰκονόμος, καὶ ἐλιὰκ ὁ οἰκονόμος, καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς, καὶ Ἀδωνειρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.
7καὶ τῷ Σαλωμὲν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραήλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τᾦ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
8καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βαιὼρ ἐν ὄρει Ἐφράιμ, εἷς·
9υἱὸς Ῥῆχας ἐν Μαχεμὰς καὶ Βηθαλαμεὶ καὶ βαιθςάμυς καὶ Ἐλμ ἕως Βαιθλαμάν, εἷς·
10υἱὸς Ἕσωθ, Βηρνεμαλουσαμηνχὰ καὶ ‘Ρησφαραχεὶν
11ἀνὰ Δὰν καὶ ἀνὰ Φαθεί, ἀνὴρ Ταβληθεί, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
12Βακχὰ υἱὸς Ἀχειμάχ, πολαμὰχ καὶ Μεκεδώ, καὶ πᾶς ὁ οἶκος Δὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσρᾶε, καὶ ἐκ Βαισαφοὺτ Ἐβελμαωλὰ ἕως Μαέβερ Λουκάμ, εἷς·
13υἱὸς Γάβερ Ἐρεμὰθ Γαλαάθ, τούτῳ σχοίνισμα Ἐρεταβὰμ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
14Ἀχειναὰβ υἱὸς Ἀχέλ, Μααναιεῖον·
15Ἀχειμάας ἐν Νεφθαλεί, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμὰθ θυγατέρα Σαλωμών, εἷς·
16Βαανὰ νἱὸς Χουσεὶ ἐν τῇ Μααλά, εἷς·
17υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμείν·
18υἱὸς Ἀδαὶ ἐν τῇ γῇ Γὰδ τῇ Σηὼν βασιλέως τοῦ Ἑσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάμν· καὶ νασὲφ εἷς ἐν γῇ Ἰούδα·
19Ἰωσαφὰτ υἱὸς φουασοὺδ ἐν Ἰσσαχάρ.
20καὶ ἐχορήγουν οἱ καθεσταμένοι οἵτως τῷ βασιλεῖ Σαλωμών, καὶ πάντα διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἔκαστος μῆνα αὐτοῦ· οὐ παραλλάσσουσιν λόγον·
21καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὖ ἄν ᾖ ὁ βασιλεύς, ἔκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
22καὶ ταπυτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἐν ἠμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου,
23καὶ δέκα μόσχοι έκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκόδων δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά.
24ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόξεν.
25καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἠ παρὰ τὴν θάλασσαν.
26καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπέρ τὴν φρόησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.
27καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοῦς ἀνθρώπους, καὶ ἐεσοξίσατο ὑπὲρ Γαιξὰν τὸν Ζαρείτην καὶ τὸν Αἰνὰν καὶ τὸν Χαλκὰδ καὶ Δαραλά, υἱὸς Μάλ.
28καὶ ἐλάλησεν Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ῲδαὶ αὐτοῦ πεντακισχίλιαι.
29καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τὴς κ΄δρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἔως τῆς ὑσσώπου τῆς ἐκπορευομένηνης διὰ τοῦ τοίχου, καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἐρπετῶν καὶ περὶ τῶν ἰχθύων.
30καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών, καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ.
31Καὶ ἔλαβεν Σαλωμὼν τὴν θυγατέρα φαραὼ ἑαυτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τειχος Ἰερουσαλήμ.
32ὅτε ἀνεβη φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γάζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανείτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών·
33καὶ Σαλωμὼν ᾠκοδόμησεν τὴν Γάζερ.
Abrir 3 Reinos 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario