Septuaginta · texto en griego
1Vχρίσαι τὸν Σαλωμὼν ἀντὶ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χειρὰμ τὸν Δαυεὶδ πάσας τὰς ἡμέρας.
2καὶ ἀπέστειλεν Σαλωμὼν πρὸς Χειρὰμ λέγων
3Σὺ οἶδας Δαυεὶδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου ἀπὸ τροςώπου τῶν πολέμων τῶν κυκλωςάντων αὐτόν, ἕως τοῦ δοῦναι αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.
4καὶ νῦν ἀνέπαυσε Κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.
5καὶ ἰδοὺ ἐγὼ λέγω Οἰκοδομήσω οἶκον τῷ ὀνόματι Κυπίου θεοῦ μου, καθὼς ἐλάλησεν Κύριος ὁ θεὸς προς Δαυεὶδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὖτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
6καὶ νῦν ἔντειλαι καὶ κοψάτωςάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, δουλείας σου δωσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὄτι οὐκ ἔστιν ἡμῖν ἰδίως ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.
7καὶ ἐγεωήθη καθὼς ἤκουσεν Χειρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ Δαυεὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.
8καὶ ἀπέστειλεν πρὸς Σαλωμὼν λέγων Ἀκήκοα περὶ πάντων ὦν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλγμά σου, ξύλα κέδρινα καὶ πεύκινα.
9οἱ δοῦλοί μου καάξουστν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου οὖ ἐὰν ἀποστείλῃς πρὸς μέ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
10καὶ ἦν Χειρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πᾶν θέλημα αὐτοῦ.
11καὶ Σαλωμὼν ἔδωκεν τῷ Χειρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοὺ καὶ εἴκοσι χιλιάδας βαὶθ ελαίου κεκομμένου· κατὰ τοῦτο εκδίδου Σαλωμὼν τῷ Χειρὰμ κατ’ ἐνιαυτόν.
12καὶ Κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χειρὰμ καὶ ἀνὰ μέσοον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰν μέσον ἑαυτῶν.
13Καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον καὶ ἐκ παντὸς Ἰσραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες αὐτδρῶν.
14καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ ηνί, ἀλλασσόμενοι· μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνειρὰμ ἐπὶ τοῦ φόρου.
15καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει,
16χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται, οἱ ποιοῦντες τὰ ἔργα.
17καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη. Καὶ ἐγενήθη ἐν τῷ τεσσεεερακοστῇ καὶ τετρακοσιοστῷ
Abrir 3 Reinos 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario