Septuaginta · texto en griego
1ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ Ἰσραήλ,
2καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους·
3καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χειράμ, καὶ ἔβαλαν αὐτούς.
4ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἷκον Κυρίου, ἐν μηνὶ Νεισῷ καὶ τῷ δευτέρῳ μηνί.
5ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βαάδ, οὗτος ὁ μὴν ὁ ὅγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.
6καὶ ὀ οἶκος ὅν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ κυρίῳ, τεσσεράκοντα μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ, καὶ πέντε καὶ εἲκοσι ἐν πήχει τὸ ὓψος αὐτοῦ.
7καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἲκοσι ἐν κήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἲκου κατὰ πρόσωπον τοῦ οἲκου.
8καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν.
9καὶ ἐποίησεν τῷ οἲκῳ θυρίδας παρακυπτομένας καρυπτάς.
10καὶ ἒδωκεν ἐπ᾿ αὐτὸν τοῖχον τοῦ οἲκου μέλαθρα κακλόθεν τῷ ναῷ καὶ τῷ δαβείρ.
11ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἒξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὃτι διάστημα ἒδωκεν τῷ οἲκῳ κυκλόθεν ἒξωθεν τοῦ οἲκου, ὃπως μὴ ἐπιλαμβάνωται τῶν τοίχων τοῦ οἲκου.
12καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη· καὶ σφῦρα καὶ πέλεκθς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἲτῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν.
13καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἲκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώοφα.
14καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν·
15καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δι' ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὓψος αὐτοῦ, καὶ συνέσχεν τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις.
16καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἲκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἲκου καὶ ἓως τῶν δοκῶν καὶ ἓως τῶν τοίχων· ἐκοιλοστάθμησεν συνεχόμενος ξύλοις ἒσωθεν, καὶ περιέσχεν τὸ ἒσω τοῦ οἲκου ἐν πλευραῖς πευκίναις.
17καὶ ᾠκοδόμησεν τοὺς εἲκοσι πήχεις ἀπ᾿ ἂκρου τοῦ τοίχου, τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἓως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβεὶρ εἰς τὸ ἅγιον τῶν ἀγίων.
18καὶ τεσσεράκοντα πηχῶν ἦν ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβεὶρ ἐν μέςῳ τοῦ οἴκου ἔσωθεν, δοῦναι ἐκεῖ τὴν κιβωτν διαθήκης Κυρίου.
19εἴκοσι πήχεις μῆκος, καὶ εἴκοσι πήχεις πλάτος, καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ.
20καὶ περιέσχεν αὐτὸν χρυσίῳ συνκεκλεισμένῳ· καὶ ἐποίησεν θυσιαστήριον κατὰ πρόσωπον τοῦ δαβεὶρ καὶ περιέσχεν αὐτὸν χρυσίῳ.
21και ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς του οἴκου.
22καὶ ἐποίησεν εν τῷ δαβεὶρ δύο χερουβεὶν δέκα πήχεων χεων μέγεθος ἐσταθμωμένον.
23καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ· τὸ δεύτερον δὲ ἐν πήχει δέκα ἀπο μέρους πτερυγίου αὐτοῦ.
24οὕτως τῷ χεροὺς τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία· ἀμφοτέροις συντέλεια μία·
25καὶ τὸ ὕψος τοῦ χερουβεὶν ἐν πήει, καὶ οὕτως τὸ χερουβεὶν τὸ δεύτερον.
26καὶ ἀμφότερα χερουβεὶν ἐν μέςῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥυπτετο τοῦ τοίχου τοῦ δευτέρου· αἱ πτέρυγες αὐτοῦ αἱ ἐν μέςῶ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.
27καὶ περιέσχεν τὰ χερουβεὶν χρυσίῳ.
28πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐκκολαπτὰ ἔγραψεν γραφίδι χερουβείν, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.
29καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου.
30καὶ τῷ θυρώματι τοῦ δυβεὶρ ἐποίησεν θύρας ξυλίνων ἀρκευθίνων·
31στοαὶ τετραπλῶς.
32ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα. δύο πτυχαὶ καὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πιυχαὶ ἡ θύρα ἡ Δευτέρα, στρεφόμενα.
33ἐκκεκολαμμένα χερουβεὶν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.
34καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέθρου κυκλόθεν. καὶ ᾠ κοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ π ρόσωπον τοῦ ναοῦ.
Abrir 3 Reinos 6 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario