Septuaginta · texto en griego
1ἐν ἔτει ἑβδόμῳ τῷ Εἰοὺ ἐβασίλευσεν Ἰωάς, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήν, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβιὰ ἐκ γῆς Βηρσάβεε.
2καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἄς ἐφώτισεν αὐτὸν Ἰωδᾶε ὁ ἱερεύς.
3πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίασαν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
4Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὅ ἐὰν λάβη ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου,
5λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσιν τὸ βέδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βέδεκ.
6καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βέδεκ τοῦ οἴκου.
7καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδᾶε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βέδεκ τοῦ οἴκου ; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ οἴκου τοῦ οἴκου δώσετε αὐτό.
8καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βδέλυγμα τοῦ οἴκου.
9καὶ ἔλαβεν Ἰωδᾶε ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησεν τρώγλην ἐν τῇ τρώγλη αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἰαμειβεὶν ἐν τῷ οἴκῳ ἀνδρός, οἴκῳ Κυρίου· καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.
10καὶ ἐγένετο ὡς εἶδεν ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.
11καὶ ἔδωκεν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἐργα τῶν έπισκόπων οἴκου Κυρίου· καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου
12καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων, τοῦ κτήσασθαι ξύλα καὶ λίθους λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βέδεκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι.
13πλὴν οὐ ποιηθήσεται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου·
14ὄτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτό. καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου.
15καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα, ὄτι ἐν πίστει αὐτῶν ποιοῦσιν.
16ἀργύριον ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας, ὅ τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο.
17Τότε ἀνέβη Ἁζαὴλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γέθ, καὶ προκατελάβετο ἔταξεν Ἁζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἰερουσαλήμ.
18καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἄγια ὅσα ἡγίασεν καὶ Ἰωρὰμ καὶ Ὀχοζείας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν βασιλεῖ Συρίας· καὶ ἀνέβη ἀπὸ Ἰερουσαλήμ.
19καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα,
20καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα δεσμόν, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μααλὼ τὸν Γααλλά.
21καὶ υἱὸς Ἰεμουὰθ καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι ἐπάταξαν αὐτόν, καὶ ἀπέθανέν· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πὁλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
Abrir 4 Reinos 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario