4 Reinos 13

Septuaginta · texto en griego

1Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὁχοζείου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωαχὰς υἱὸς Εἰοὺ ἐν Σαμαρείᾳ ἑπτὰ ἔτη καὶ δέκα ἔτη.

2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν οὐκ ἀπέστη ἀπ’ αὐτῆς.

3καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἁζαὴλ βασιλέως Συρίας καὶ ἐν υἱοῦ Ἀδὲρ υἱοῦ Ἁζαὴλ πάσας τὰς ἡμέρας.

4καὶ ἐδεήθη Ἰωαχὰς τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδεν τὴν θλίψιν Ἰσραἠλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.

5καὶ ἔδωκεν Κύριος σωτηρίαν Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης.

6πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη· καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ,

7οὐχ οὐχ ὑπελείφθη τῷ Ἰωαχὰς λαὸς ἀλλ’ ἢ πεντήκοντα ἱππεῖς καὶ ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθετντο αὐτοῦς ὡς χοῦν εἰς καταπάτησιν.

8καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαχὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ συναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

9καὶ ἐκοιμήθη Ἰωαχὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ.

10Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωαχὰς ἐπὶ Ἰσρὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.

11καὶ ἐποίησεν τὸ ονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη.

12καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἅς ἐποίησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

13καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἰεροβοὰμ ἐκάθισεν μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐν Σαμαρείᾳ μετὰ τῶν ἀδελφῶν Ἰσραήλ.

14Καὶ Ἐλεισαῖε ἠρρώστησεν τὴν ἀρρωστίαν ἑαυτοῦ δι’ ἥν ἀπέθανεν· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεύς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ, πάτεερ, ἅρμα Ἰσπαὴλ καὶ ἱππεὺς αὐτοῦ.

15καὶ εἶπεν αὐτῷ Ἐλεισαῖς Λάβε τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη.

16καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν Ἐλεισαῖε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοξῦ βασιλέως

17καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ’ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατέξει τὴν Συρίαν ἐν ἀφὲκ ἕως συντελείας.

18καὶ εἶπεν αὐτῷ ἐλεισαῖε Λάβε τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραήλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.

19καὶ ἐλυπἠθη ἐπ’ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.

20Καὶ ἀπέθανεν Ἐλεισαῖε, καὶ ἔθαψαν αὐτόν. καὶ μονόξωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ.

21κα ἐγένετο αὐτῶν θαπιόντων τὸν ἄνδρα, καὶ ἰδοὺ ἴδον τὸν μονόζωνον, κα ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφω Ἐλεσαῖε· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλεισαῖε, καὶ ἔξησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.

22Καὶ Ἁζαὴλ ἔξέθλιψεν τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωαχάς.

23καὶ ἠλέησεν Κύριος αὐτοὺς καὶ οἰκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπ’ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ κα Ἰακώβ, καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι αὐτούς, καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.

24καὶ ἀπέθανεν Ἁζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

25καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ.

Abrir 4 Reinos 13 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario