Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición
1Ἐκ προφητείας Ἀμβακοὐμ υἱοῦ Ἰησοῦ, ἐκ τῆς φυλῆς Δευί.De la profecía de Habacuc, hijo de Jesús, de la tribu de Leví.
2Ἄνθρωπός τις ἧν ἱερεύς, ᾧ ὄνομα Δανιὴλ, υἱὸς Ἁβάλ, συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος.Había un hombre, sacerdote, cuyo nombre era Daniel, hijo de Abal, compañero del rey de Babilonia.
3καὶ ἧν εἴδωλον, Βήλ, ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καθʼ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἔξ.Y había un ídolo, Bel, al que veneraban los babilonios; y se gastaban en él cada día doce artabas de flor de harina, cuatro ovejas y seis metretas de aceite.
4καὶ ὃ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο ὁ βασιλεὺς καθʼ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ, Δανιὴλ δὲ προσηύχετο πρὸς Κύριον· καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Διὰ τί οὐ προσκυνεῖς τῷ Βήλ;Y el rey lo veneraba, e iba cada día a postrarse ante él; pero Daniel oraba al Señor. Y dijo el rey a Daniel: «¿Por qué no te postras ante Bel?».
5καὶ εἶπε Δανιὴλ πρὸς τὸν βασιλέα Οὐδένα σέβομαι ἐγὼ εἰ μὴ Κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν.Y dijo Daniel al rey: «Yo no venero a nadie sino al Señor, el Dios que creó el cielo y la tierra y que tiene señorío sobre toda carne».
6εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ Οὗτος οὗν οὐκ ἔστι θεός; οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθʼ ἑκάστην ἡμέρανY le dijo el rey: «¿Éste, pues, no es dios? ¿No ves cuánto se gasta en él cada día?».
7καὶ εἶπεν αὐτῷ Δανιὴλ Μηδαμῶς, μηδείς σε παραλογιζέσθω· οὗτος γὰρ ἔσωθεν μέν πήλινός ἐστιν, ἔξωθεν δέ χαλκοῦς· ὀμνύω δέ σοι Κύριον τὸν θεὸν τῶν θεῶν, ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος.Y le dijo Daniel: «De ninguna manera; que nadie te engañe. Porque éste por dentro es de barro y por fuera de bronce, y te juro por el Señor, el Dios de los dioses, que jamás ha comido nada».
8καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς Παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βήλ· εἰ δὲ μή γε, ἀποθανεῖσθε,Y airado el rey, llamó a los encargados del templo y les dijo: «Mostradme quién come lo que se prepara para Bel; y si no, moriréis,
9ἢ Δανιὴλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπʼ αὐτοῦ. οἱ δὲ εἶπαν Αὐτὸς ὁ Βήλ ἐστιν ὁ κατεσθίων αὐτά· εἶπε δὲ Δανιὴλ πρὸς τὸν βασιλέα Γινέσθω οὕτως· ἐὰν μὴ παραδείξω sὅτι οὐκ ἔστιν ὁ Βὴλ ὁ κατεσθίων ταῦτα, ἀποθανοῦμαι καὶ πάντες οἱ παρʼ ἐμοῦ.o morirá Daniel, que afirma que él no lo come». Y ellos dijeron: «Bel mismo es el que lo devora». Y dijo Daniel al rey: «Que así sea: si no demuestro que no es Bel quien devora esto, moriré yo y todos los míos».
10ἦσαν δέ τῷ Βὴλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων. ἤγαγον δὲ τὸν βασιλέα εἰς τὸ εἰδώλιον·Y eran los sacerdotes de Bel setenta, sin contar mujeres y niños. Y llevaron al rey al templo del ídolo.
11καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιὴλ, καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βήλ. καὶ εἶπεν Δανιὴλ Σὺ αὐτὸς ὁρᾶς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὗν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισθῇ. ἤρεσεν δὲ ὁ λόγος τῷ βασιλεῖY pusieron los manjares delante del rey y de Daniel, y se trajo vino mezclado y se le puso a Bel. Y dijo Daniel: «Tú mismo ves que estas cosas están puestas, oh rey; sella tú, pues, las llaves del templo cuando quede cerrado». Y al rey le agradó la palabra.
14ὁ δὲ Δανιὴλ ἐκέλευσε τοὺς παρʼ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ, οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος. καὶ τότε σφραγισάμενος τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων· καὶ ἐγένετο οὕτως.Y Daniel mandó a los suyos que, echando a todos fuera del templo, cubrieran de ceniza todo el templo, sin que ninguno de los de fuera lo supiera. Y entonces, cerrado el templo, mandó sellarlo con el anillo del rey y con los anillos de algunos sacerdotes ilustres.
15—17 καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον· οἱ δὲ ἱερεῖς τοῦ Βὴλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βὴλ καὶ ἐξέπιον τὸν οἶνον. καὶ εἶπεν Δανιὴλ Ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν, ἄνδρες ἱερεῖς· καὶ σὺ δέ, βασιλεῦ, σκέψαι μὴ τί σοι ἀσύμφωνον γεγένηται. καὶ εὗρον ὡς ἣν ἡ σφραγίς, καὶ ἀπέβαλον τὴν σφραγῖδα.[15-17] Y sucedió que al día siguiente llegaron al lugar; pero los sacerdotes de Bel, entrando por puertas falsas, se habían comido todo lo que estaba puesto delante de Bel y habían bebido el vino. Y dijo Daniel: «Mirad vuestros sellos, si siguen intactos, varones sacerdotes; y tú también, oh rey […]».
18καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα, καὶ τὰς τραπέζας κενάς· καὶ ἐχάρη ὁ βασιλεύς, καὶ εἶπεν πρὸς τὸν Δανιὴλ Μέγας ἐστὶν ὁ Βήλ, καὶ οὐκ ἔστι παρʼ αὐτῷ δόλος.Y abriendo las puertas, vieron consumido todo lo que se había puesto, y las mesas vacías. Y se alegró el rey y dijo a Daniel: «Grande es Bel, y no hay en él engaño».
19καὶ ἐγέλασε Δανιὴλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ Δεῦρο ἴδε τὸν δόλον τῶν ἱερέων. καὶ εἶπεν Δανιὴλ Βασιλεῦ, ταῦτα τὰ ἴχνη τίνος ἐστίY Daniel se rió mucho, y dijo al rey: «Ven, mira el engaño de los sacerdotes». Y dijo Daniel: «Oh rey, estas huellas, ¿de quién son?».
20καὶ εἶπεν ὁ βασιλεύς Ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.Y dijo el rey: «De hombres y de mujeres y de niños».
21καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εἶρε τὰ βρώματα τοῦ Βὴλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιὴλ τῷ βασιλεῖ τὰ ψευδοθύρια, δι᾿ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βήλ.Y fue a la casa donde vivían los sacerdotes, y halló los manjares de Bel y el vino; y mostró Daniel al rey las puertas falsas por las que entraban los sacerdotes y consumían lo que se ponía delante de Bel.
22καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου, καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιὴλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιὴλ, τὸν δὲ Βὴλ κατέστρεψε.Y los sacó el rey del templo de Bel y los entregó a Daniel; y el gasto que se hacía en él se lo dio a Daniel, y a Bel lo derribó.
23Καὶ ἣν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο οἱ Βαβυλώνιοι.Y había un dragón en aquel mismo lugar, y los babilonios lo veneraban.
24καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει, προσκύνησον αὐτῷ.Y dijo el rey a Daniel: «¿Acaso también de éste dirás que es de bronce? He aquí que vive y come y bebe: póstrate ante él».
26καὶ εἶπεν Δανιὴλ Βασιλεῦ, δός μοι τὴν ἐξουσίαν, καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῤάβδου. καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ Δέδοταί σοι.Y dijo Daniel: «Oh rey, dame autoridad y mataré al dragón sin hierro ni palo». Y se lo concedió el rey y le dijo: «Te es dado».
27καὶ λαβὼν ὁ Δανιὴλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζαν, καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος· καὶ φαγὼν διερράγη. καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων Οὐ ταῦτα σέβεσθε, βασιλεῦ;Y tomando Daniel treinta minas de pez, y sebo, y pelos, lo coció todo junto e hizo una torta, y la echó en la boca del dragón; y en comiéndola, reventó. Y lo mostró al rey, diciendo: «¿No es esto lo que veneráis, oh rey?».
28καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιὴλ καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε.Y se juntaron todos los del país contra Daniel y dijeron: «Judío se ha vuelto el rey: derribó a Bel y mató al dragón».
30καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπʼ αὐτόν, ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν Δίδωμι τὸν Δανιὴλ εἰς ἀπώλειαν.Y viendo el rey que la multitud del país se juntaba contra él, llamó a sus consejeros y dijo: «Entrego a Daniel a la muerte».
31–32 ἧν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά, οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως, καὶ ἐχορηγεῖτο αὐτοῖς καθʼ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο. καὶ ἐνεβάλοσαν τὸν Δανιὴλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον, ἴνα καταβρωθῇ καὶ μηδέ ταφῆς τύχῃ. καὶ ἣν ἐν τῷ λάκκῳ Δανιὴλ ἡμέρας ἔξ.[31-32] Y había un foso en el que se criaban siete leones, a los cuales se entregaba a los conspiradores del rey, y se les daba cada día dos cuerpos de condenados a muerte. Y las multitudes echaron a Daniel en aquel foso, para que fuera devorado y ni siquiera tuviera sepultura.
33καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἣν Ἁμβακοὺμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου, καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς.Y sucedió, al sexto día, que Habacuc llevaba panes desmigados en una cesta, en un guisado, y una jarra de vino mezclado, e iba al campo hacia los segadores.
34καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἁμβακοὐμ λέγων Γάδε λέγει σοι Κύριος ὁ θεός Τὸ ἄριστον ὁ ἔχεις ἀπένεγκε Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι.Y habló el ángel del Señor a Habacuc, diciendo: «Así te dice el Señor Dios: Lleva la comida que tienes a Daniel, al foso de los leones, en Babilonia».
35καὶ εἶπεν Ἁμβακούμ Κύριε ὁ θεός, οὐχ ἑώρακα τὴν Βαβυλῶνα, καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι.Y dijo Habacuc: «Señor Dios, yo no he visto Babilonia, ni sé dónde está el foso».
36καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος Κυρίου τοῦ Ἁμβακοὺμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι.Y el ángel del Señor tomó a Habacuc por los cabellos de su cabeza y lo puso encima del foso que está en Babilonia.
37καὶ εἶπεν Ἁμβακοὺμ πρὸς Δανιήλ Ἀναστὰς φάγε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι Κύριος ὁ θεός.Y dijo Habacuc a Daniel: «Levántate y come la comida que te ha enviado el Señor Dios».
38καὶ εἶπεν Δανιήλ Ἐμνήσθη γάρ μου Κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν.Y dijo Daniel: «Se acordó, pues, de mí el Señor Dios, que no abandona a los que lo aman».
39καὶ ἔφαγε Δανιήλ· ὁ δὲ ἄγγελος Κυρίου κατέστησε τὸν Ἁμβακοὺμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ. ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη τοῦ Δανιὴλ.Y comió Daniel; y el ángel del Señor devolvió a Habacuc al lugar de donde lo había tomado, el mismo día. Y el Señor Dios se acordó de Daniel.
40ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιὴλ, καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον.Y salió el rey después de esto, haciendo duelo por Daniel; y asomándose al foso, lo ve sentado.
41καὶ ἀναβοήσας εἶπεν ὁ βασιλεύς Μέγας ἐστὶ Κύριος ὁ θεός, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος.Y clamando, dijo el rey: «Grande es el Señor Dios, y no hay otro fuera de él».
42καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιὴλ ἐκ τοῦ λάκκον. καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιήλ, καὶ κατεβρώθησαν.Y sacó el rey a Daniel del foso; y a los culpables de su perdición los echó en el foso delante de Daniel, y fueron devorados.
Abrir Bel y el Dragón (LXX) 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario