Cantar de los Cantares 1

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Cantar de los Cantares 1 en hebreo y español.

1ΑΣΜΑ ἀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.

2Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

3³καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ 3 ἀρώματα· μύρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,

4εἴλκυσάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρσων σου δραμομεν. εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέν σε.

5Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.

6μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέν με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

7ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου. ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλας ἑταίρων σου.

8Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε οὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων.

9Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ ὡμοἰωσά σε, ἡ πλησίον μου.

10τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες, τράχηλός σου ὡς ὁρμίσκοις

11ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.

12Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.

13ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί.

14ἐν ἀμπελῶσιν Ἐνγαδδεί.

15Ἰδοὺ εἶ καλή, ἡ πλησίν μου. ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.

16Ἰδοὺ εἶ καλός. ἀδελφιδός μου. καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος.

17δοκοὶ σἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.

Abrir Cantar de los Cantares 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario