Cantar de los Cantares 4

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Cantar de los Cantares 4 en hebreo y español.

1Ἰδοὺ εἶ καλὴ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχαμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.

2ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμέναων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.

3ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία· ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεως σου.

4ὡς πύργος Δαυεὶδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς Θαλπιώθ. χίλιοι θυρεοὶ κρέμανται ἐπʼ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν.

5δύο μαστοί σου ὡς δύο νεβροὶ δἰδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις.

6ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.

7ὅλη καλὴ εἶ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως. ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.

9ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐν θέματι τραχήλων σου.

10τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα ἀρώματα

11κηρίον ἀποστάζουσιν χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λβάνου.

12κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη·

13ἀποστολαί σου παράδεισος μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων·

14νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμαωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλὼθ μετὰ πάνταον πρώτων μύρων·

15πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.

16Ἐξεγέρθητι, βορρᾶ· καὶ ἔρχου. νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.

Abrir Cantar de los Cantares 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario