Deuteronomio 33

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Deuteronomio 33 en hebreo y español.

1Καὶ αὕτη ἡ εὐλογία ἢν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ.

2καὶ εἶπεν κύριος ἐκ Σεινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν· καὶ κατέσπευσεν ἐξ ὄρους Φαρᾶν σὺν μυριάσιν ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ.

3καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου. καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ,

4νόμον ὅν ἐνετείλατο ὑμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ,

5καὶ ἔσται ἐν τῷ ἀγαπημένῳ ἄρχον, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.

6Ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.

7Καὶ αῦτη Ἰούδα· Εἰδάκουσον, κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· καὶ αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν ἔσῃ.

8Καὶ τῶ Λευεὶ Δότε Λευεὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὅν ἐπείρασαν αὐτὸν ἐν Πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ’

9λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, κοὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λήιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν.

10δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διά παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.

11εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ αναστητωσαν.

12καὶ τῷ Βενιαμεὶν εἶπεν Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῶ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ

13Καὶ τῷ Ἰωσὴφ εἶπεν Ἐπ᾿ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν,

14καὶ καθ’ ὥραν γενημάτων ἡλίου καὶ ἀπὸ συνόδων μηνῶν,

15ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων,

16καὶ καθ᾿ ὥραν γῆς πληρωσέως· καὶ ἀπὸ κορυφθίντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς Δοξασθεὶς ἐπ’ ἀδελφοῖς.

17πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ. ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ’ αὗται μυριάδες Ἐφράιμ, καὶ αὗται χιλάδες Μανασσή.

18Καὶ τῶ Ζαβουλὼν εἶπεν Εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου, καὶ Ἰσσαχὰρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.

19ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε θυσίαν δικαιοσύνης· ὕτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων.

20Καὶ τῶ Γὰδ εἶπεν Εὐλογημένος ἐμπλατύνων Γάδ. ὡς λέων ἀνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.

21καὶ ἴδεν ἀπαρκὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων, συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν. δικαιοσύνην Κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.

22Καὶ τῷ Δἀν εἷπεν Δὰν σκύμνος λέοντος, κα ἐκπηδήσεται ἐκ τοῦ βασᾶν.

23Καὶ τῶ Νεφθαλεὶμ εἶπεν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ Κύρου· θάλασσαν καὶ λίβα κληρονομήσει.

24Καὶ τῶ Ἀσὴρ εἶπεν Εὐλογητὸς ἀπὸ τέκνων Ἀσὴρ, καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. ἅψει ἐν ἐλαίω τὸν πόδα αὐτοῦ·

25σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου η ἰσχὺς σου.

26ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου, καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.

27καὶ σκεπάσει σε θεοῦ ἀρχή, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἄε ἐκβαλεῖ ἀπὸ προσώπου σου Ἀπόλοιο.

28μόνος ἐπὶ γῆς Ἰακώβ· σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ.

29σύ, Ἰσραήλ· τίς ὅμοιός σοι, λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημα σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.

Abrir Deuteronomio 33 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario