Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ester 5 en hebreo y español.
3καὶ εἶπεν ὁ βασιλεὺς Τί θέλεις, Ἐσθήρ; καὶ τί σού ἐστιν τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι.
4εἶπεν δὲ Ἐσθήρ Ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὗν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Ἀμὰν εἰς τὴν δοχὴν ἣν ποιήσω σήμερον.
5καὶ εἶπεν ὁ βασιλεύς Κατασπεύσατε Ἀμὰν ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθῆρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχὴν ἣν εἶπεν Ἐσθῆρ.
6ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐσθήρ Τί ἐστιν, βασίλισσα Ἐσθήρ; καὶ ἔσται ὅσα ἀξιοῖς.
7καὶ εἶπεν Γὸ αἴτημά μου καὶ τὸ ἀξίωμα·
8εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ Ἀμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχὴν ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.
9Καὶ ἐξῆλθεν ὁ Ἀμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Ἀμὰν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῆ αὐλῇ ἐθυμώθη σφόδρα.
10καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ,
11καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας.
12καὶ εἶπεν Ἀμάν Οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ᾿ ἢ ἐμέκαὶ εἰς τὴν αὔριον κέκλημαι.
13καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ.
14καὶ εἶπεν πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι Κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Ἀμάν, καὶ ἡτοιμάσθη τὸ ξύλον.
Abrir Ester 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario